Thesauros Edebiyat satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

2

ΠΑΡΘΕΝΙΣ
Ζηλοτυπία τις, ὦ Κοχλί, καὶ ἔρως ἔκτοπος· ἡ Κροκάλη δὲ, οἶμαι, δύο τάλαντα αἰτήσασα, εἰ βούλεται μόνος ἔχειν αὐτήν, ἐπεὶ μὴ ἐδίδου ὁ Δεινόμαχος, ἐκεῖνον μὲν ἀπέκλεισεν ἥκοντα προσαράξασά γε αὐτῷ τὰς θύρας, ὡς ἐλέγετο, τὸν Γόργον δὲ Οἰνοέα τινὰ γεωργὸν εὔπορον ἐκ πολλοῦ ἐρῶντα καὶ χρηστὸν ἄνθρωπον προσιεμένη ἔπινε μετ' αὐτοῦ κἀμὲ παρέλαβεν αὐλήσουσαν αὐτοῖς. ἤδη δὲ προχωροῦντος τοῦ πότου ἐγὼ μὲν ὑπέκρεκόν τι τῶν Λυδίων, ὁ γεωργὸς δὲ ἤδη ἀνίστατο ὡς ὀρχησόμενος, ἡ Κροκάλη δὲ ἐκρότει, καὶ πάντα ἦν ἡδέα· ἐν τοσούτῳ δὲ κτύπος ἠκούετο καὶ βοὴ καὶ ἡ αὔλειος ἠράσσετο, καὶ μετὰ μικρὸν ἐπεισέπεσον ὅσον ὀκτὼ νεανίσκοι μάλα καρτεροὶ καὶ ὁ Μεγαρεὺς Μεγαρεὺς codd.: Μεταπεὺς Gesner: Ἀγραεὺς Meiser. ἐν αὐτοῖς. εὐθὺς οὖν ἀνετέτραπτο πάντα καὶ ὁ Γόργος, ὥσπερ ἔφην, ἐπαίετο καὶ ἐπατεῖτο χαμαὶ κείμενος· ἡ Κροκάλη δὲ οὐκ οἶδ’ ὅπως ἔφθη ὑπεκφυγοῦσα παρὰ τὴν γείτονα Θεσπιάδα·
 
ἐμὲ δὲ ῥαπίσας ὁ Δεινόμαχος, Ἐκφθείρου, φησί, κατεαγότας μοι τοὺς αὐλοὺς προσρίψας. καὶ νῦν ἀποτρέχω φράσουσα ταῦτα τῷ δεσπότῃ· ἀπέρχεται δὲ καὶ ὁ γεωργὸς ὀψόμενός τινας φίλους τῶν ἀστικῶν, οἳ παραδώσουσι τοῖς πρυτανεῦσι τὸν Μεγαρέα.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi