Thesauros Edebiyat satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

4–2

 
δάπιδας δὲ καὶ ὅρμους καὶ διμναῖα μισθώματα οὐ πάντες ἔχομεν.
ΜΥΡΤΑΛΗ
Ὦ μακαρία ἐκείνη, ἥτις ἐραστὴν σέ, ὦ Δωρίων, ἕξει· κρόμμυα γὰρ αὐτῇ οἴσεις ἐκ Κύπρου καὶ τυρόν, ὅταν ἐκ Γυθίου καταπλέῃς.
 
ΚΟΧΛΙΣ Κολχὶς per dialogum L. ΚΑΙ ΠΑΡΘΕΝΙΣ
ΚΟΧΛΙΣ
Τί δακρύεις, ὦ Παρθενί, ἢ πόθεν κατεαγότας τοὺς αὐλοὺς φέρεις;
ΠΑΡΘΕΝΙΣ
Ὁ στρατιώτης ὁ Αἰτωλὸς ὁ μέγας ὁ μέγας plerique codd., om. X: ὁ Μεγαρεὺς rec.. ὁ Κροκάλης ἐρῶν ἐρράπισέ με αὐλοῦσαν εὑρὼν παρὰ τῇ Κροκάλῃ ὑπὸ τοῦ ἀντεραστοῦ αὐτοῦ Γόργου μεμισθωμένην καὶ τούς τε αὐλούς μου συνέτριψε καὶ τὴν τράπεζαν μεταξὺ δειπνούντων ἀνέτρεψε καὶ τὸν κρατῆρα ἐξέχεεν ἐπεισπαίσας ἐπεισπαίσας recc.: ἐπεισπέσας γ: ἐπεισπεσών L. . τὸν μὲν γὰρ ἀγροῖκον ἐκεῖνον τὸν Γόργον ἀπὸ τοῦ συμποσίου κατασπάσας τῶν τριχῶν ἔπαιον περιστάντες αὐτός τε ὁ στρατιώτης—Δεινόμαχος, οἶμαι, καλεῖται—καὶ ὁ συστρατιώτης αὐτοῦ· ὥστε οὐκ οἶδα εἰ βιώσεται ὁ ἄνθρωπος, ὦ Κοχλί· αἷμά τε γὰρ ἐρρύη πολὺ ἀπὸ τῶν ῥινῶν καὶ τὸ πρόσωπον ὅλον ἐξῴδηκεν αὐτοῦ καὶ πελιδνόν ἐστιν.
ΚΟΧΛΙΣ
Ἐμάνη ὁ ἄνθρωπος ἢ μέθη τις ἦν καὶ παροινία τὸ πρᾶγμα;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi