3–4
ΛΕΟΝΤΙΧΟΣ
Ἐπεὶ δὲ συνέστημεν, ὁ βάρβαρος πρότερος πρότερον β. τιτρώσκει με ὀλίγον ὅσον ἐπιψαῦσαι ἐπιψαύσας rec.. τῷ δόρατι μικρὸν ὑπὲρ τὸ γόνυ, ἐγὼ δὲ διελάσας τὴν ἀσπίδα τῇ σαρίσῃ παίω διαμπὰξ ἐς τὸ στέρνον, εἶτ' ἐπιδραμὼν ἀπεδειροτόμησα τῇ σπάθῃ ῥᾳδίως καὶ τὰ ὅπλα ἔχων ἐπανῆλθον ἅμα καὶ τὴν κεφαλὴν ἐπὶ τῆς σαρίσης πεπηγυῖαν κομίζων λελουμένος τῷ φόνῳ.
ΥΜΝΙΣ
Ἄπαγε, ὦ Λεόντιχε, μιαρὰ ταῦτα καὶ φοβερὰ περὶ σαυτοῦ διηγῇ, καὶ οὐκ ἂν ἔτι σε οὐδὲ προσβλέψειέ τις οὕτω χαίροντα τῷ λύθρῳ, οὐχ ὅπως συμπίοι ἢ συγκοιμηθείη. ἔγωγ' οὖν ἄπειμι.
ΛΕΟΝΤΙΧΟΣ
Διπλάσιον ἀπόλαβε τὸ μίσθωμα.
ΥΜΝΙΣ
Οὐκ ἂν ὑπομείναιμι ἀνδροφόνῳ συγκαθεύδειν.
ΛΕΟΝΤΙΧΟΣ
Μὴ δέδιθι, ὦ Ὑμνί· ἐν Παφλαγόσιν ἐκεῖνα πέπρακται, νῦν δὲ εἰρήνην ἄγω.
ΥΜΝΙΣ
Ἀλλ' ἐναγὴς ἄνθρωπος εἶ, καὶ τὸ αἷμα κατέσταζέ σου ἀπὸ τῆς κεφαλῆς τοῦ βαρβάρου, ἣν ἔφερες ἐπὶ τῇ σαρίσῃ. εἶτ' ἐγὼ τοιοῦτον ἄνδρα περιβάλω περιβαλῶ β. καὶ φιλήσω; μή, ὦ Χάριτες, γένοιτο· οὐδὲν γὰρ οὗτος ἀμείνων τοῦ δημίου.
5
ΛΕΟΝΤΙΧΟΣ
Καὶ μὴν εἴ με εἶδες ἐν τοῖς ὅπλοις, εὖ οἶδα, ἠράσθης ἄν.
ΥΜΝΙΣ
Ἀκούουσα μόνον, ὦ Λεόντιχε, ναυτιῶ καὶ φρίττω καὶ τὰς σκιάς μοι δοκῶ ὁρᾶν καὶ τὰ εἴδωλα τῶν πεφονευμένων καὶ μάλιστα τοῦ ἀθλίου λοχαγοῦ ἐς δύο τὴν κεφαλὴν διῃρημένου. τί οἴει, τὸ ἔργον αὐτὸ καὶ τὸ αἷμα εἰ ἐθεασάμην θεασαίμην γ. καὶ κειμένους τοὺς νεκρούς;
ἐκθανεῖν δή δὴ γ om. β: ἂν Mras. μοι δοκῶ· οὐδ’ ἀλεκτρυόνα πώποτε φονευόμενον εἶδον.
ΛΕΟΝΤΙΧΟΣ
Οὕτως ἀγεννής, ὦ Ὑμνί, καὶ μικρόψυχος εἶ; ἐγὼ δὲ ᾤμην ἡσθήσεσθαί σε ἀκούουσαν.