Thesauros Edebiyat satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

2–3

ΛΕΟΝΤΙΧΟΣ
Καλῶς ὑπέμνησας οὐκ ἀγεννοῦς οὐδ’ ἐκείνης τῆς πράξεως· ὁ γὰρ σατράπης μέγιστος ὤν, ὁπλομάχων ἄριστος δοκῶν εἶναι, καταφρονήσας τοῦ Ἑλληνικοῦ, προπηδήσας ἐς τὸ μέσον προὐκαλεῖτο εἴ τις ἐθέλοι αὐτῷ μονομαχῆσαι. οἱ μὲν οὖν ἄλλοι κατεπεπλήγεσαν οἱ λοχαγοὶ καὶ οἱ ταξίαρχοι καὶ ὁ ἡγεμὼν αὐτὸς καίτοι οὐκ ἀγεννὴς ἄνθρωπος ὤν· Ἀρίσταιχμος γὰρ ἡμῶν ἡμῶν Struve: ἡγεμὼν codd.. ἡγεῖτο Αἰτωλὸς ἀκοντιστὴς ἄριστος, ἐγὼ δὲ ἐχιλιάρχουν ἔτι. τολμήσας δ’ ὅμως καὶ τοὺς ἑταίρους ἐπιλαμβανομένους ἀποσεισάμενος, ἐδεδοίκεσαν γὰρ ὑπὲρ ἐμοῦ ὁρῶντες ἀποστίλβοντα μὲν τὸν βάρβαρον ἐπιχρύσοις τοῖς ὅπλοις, μέγαν δὲ καὶ φοβερὸν ὄντα τὸν λόφον, κραδαίνοντα τὴν λόγχην—
ΧΗΝΙΔΑΣ
Κἀγὼ ἔδεισα τότε, ὦ Λεόντιχε, καὶ οἶσθα ὡς εἰχόμην σου δεόμενος μὴ προκινδυνεύειν· ἀβίωτα γὰρ ἦν μοι σοῦ ἀποθανόντος.
ΛΕΟΝΤΙΧΟΣ
Ἀλλ' ἐγὼ τολμήσας παρῆλθον ἐς τὸ μέσον οὐ χεῖρον τοῦ Παφλαγόνος ὡπλισμένος, ἀλλὰ πάγχρυσος καὶ αὐτός, ὥστε βοὴ εὐθὺς ἐγένετο καὶ παρ' ἡμῶν καὶ παρὰ τῶν βαρβάρων· ἐγνώρισαν γάρ με κἀκεῖνοι ἰδόντες ἀπὸ τῆς πέλτης μάλιστα καὶ τῶν φαλάρων καὶ τοῦ λόφου. εἰπέ, ὦ Χηνίδα, τίνι με τότε πάντες εἴκαζον;
ΧΗΝΙΔΑΣ
Τίνι δὲ ἄλλῳ ἢ Ἀχιλλεῖ νὴ Δία τῷ Θέτιδος καὶ Πηλέως;
 
οὕτως ἔπρεπέ μέν σοι ἡ κόρυς, ἡ φοινικὶς δὲ ἐπήνθει καὶ ἡ πέλτη ἐμάρμαιρεν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi