Thesauros Edebiyat satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

5–2

ΛΥΣΙΑΣ
Πυθιὰς ὁ ἐν χρῷ κεκαρμένος; εἶτα δι’ ἕκτης ἡμέρας ἀνεκόμησε τοσαύτην κόμην;
ΙΟΕΣΣΑ
Ἀπὸ τῆς νόσου ἐξυρήσατο, ὦ Λυσία· ὑπέρρεον γὰρ αὐτῇ αἱ τρίχες. νῦν δὲ καὶ τὴν πηνήκην ἐπέθετο. δεῖξον, ὦ Πυθιάς, δεῖξον οὕτως ὄν, πεῖσον αὐτόν. ἰδοὺ τὸ μειράκιον ὁ μοιχὸς ὃν ἐζηλοτύπεις.
ΛΥΣΙΑΣ
Οὐκ ἐχρῆν οὖν, ὦ Ἰόεσσα, καὶ ταῦτα ἐρῶντα ἐφαψάμενον αὐτόν;
ΙΟΕΣΣΑ
Οὐκοῦν σὺ μὲν ἤδη πέπεισαι· βούλει δὲ ἀντιλυπήσω σε καὶ αὐτή; ὀργίζομαι δικαίως ἐν τῷ μέρει.
ΛΥΣΙΑΣ
Μηδαμῶς, ἀλλὰ πίνωμεν ἤδη, καὶ Πυθιὰς μεθ' ἡμῶν· ἄξιον γὰρ αὐτὴν παρεῖναι ταῖς σπονδαῖς. 5
ΙΟΕΣΣΑ
Παρέσται. οἷα πέπονθα διὰ σέ, ὦ γενναιότατε νεανίσκων Πυθίας.
ΠΥΘΙΑΣ
Ἀλλὰ καὶ διήλλαξα ὑμᾶς ὁ αὐτός, ὥστε μή μοι χαλέπαινε. πλὴν τὸ δεῖνα, ὅρα, ὦ Λυσία, μή τινι εἴπῃς τὸ περὶ τῆς κόμης.
 
ΛΕΟΝΤΙΧΟΣ ΚΑΙ ΧΗΝΙΔΑΣ ΚΑΙ ΥΜΝΙΣ
ΛΕΟΝΤΙΧΟΣ
Ἐν δὲ τῇ πρὸς τοὺς Γαλάτας μάχῃ εἰπέ, ὦ Χηνίδα, ὅπως μὲν προεξήλασα τῶν ἄλλων ἱππέων ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ, ὅπως δὲ οἱ Γαλάται καίτοι ἄλκιμοι ὄντες ἔτρεσάν μ' μ' addidit Mras. εὐθὺς ὡς εἶδον καὶ οὐθεὶς ἔτι ὑπέστη. τότε τοίνυν ἐγὼ τὴν μὲν λόγχην ἀκοντίσας διέπειρα τὸν ἵππαρχον αὐτὸν καὶ τὸν ἵππον, ἐπὶ δὲ τὸ συνεστηκὸς ἔτι αὐτῶν—ἦσαν γάρ τινες οἳ ἔμενον διαλύσαντες μὲν τὴν φάλαγγα, ἐς πλαίσιον δὲ συναγαγόντες αὑτούς—ἐπὶ τούτους ἐγὼ σπασάμενος τὴν σπάθην ἅπαντι τῷ θυμῷ ἐπελάσας ἀνατρέπω μὲν ὅσον ἑπτὰ τοὺς προεστῶτας αὐτῶν τῇ ἐμβολῇ τοῦ ἵππου· τῷ ξίφει δὲ κατενεγκὼν διέτεμον τῶν λοχαγῶν ἑνὸς ἐς δύο τὴν κεφαλὴν αὐτῷ κράνει. ὑμεῖς δέ, ὦ Χηνίδα, μετ' ὀλίγον ἐπέστητε ἤδη φευγόντων.
ΧΗΝΙΔΑΣ
Ὅτε γάρ, ὦ Λεόντιχε, περὶ Παφλαγονίαν ἐμονομάχησας τῷ σατράπῃ, οὐ οὐ rec.: σὺ βγ. μεγάλα ἐπεδείξω καὶ τότε;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi