Thesauros Edebiyat satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

2–3

ΤΡΥΦΑΙΝΑ
Ὁποτέραν λέγεις; δύο γάρ εἰσι· τὴν ἐκ Πειραιῶς, τὴν ἄρτι διακεκορευμένην, ἧς ἐρᾷ Δαμύλος Δαμύλος Mras: Δάμυλος rec.: Δάμιλος X: Δάμυλλος cett.: ὁ τοῦ νῦν στρατηγοῦντος υἱός, ἢ τὴν ἑτέραν, ἣν Παγίδα ἐπικαλοῦσιν;
ΧΑΡΜΙΔΗΣ
Ἐκείνην, καὶ ἑάλωκα ὁ κακοδαίμων καὶ συνείλημμαι πρὸς αὐτῆς.
ΤΡΥΦΑΙΝΑ
Οὐκοῦν δι’ ἐκείνην ἔκλαες; 5
ΧΑΡΜΙΔΗΣ
Καὶ μάλα.
ΤΡΥΦΑΙΝΑ
Πολὺς δὲ χρόνος ἔστι σοι ἐρῶντι ἢ νεοτελής τις εἶ;
ΧΑΡΜΙΔΗΣ
Οὐ νεοτελής, ἀλλὰ μῆνες ἑπτὰ σχεδὸν ἀπὸ Διονυσίων, ὅτε πρώτως εἶδον αὐτην.
ΤΡΥΦΑΙΝΑ
Εἶδες δὲ ὅλην ἀκριβῶς, ἢ τὸ πρόσωπον μόνον καὶ ὅσα τοῦ σώματος φανερὰ ἃ del. Rothstein. [ἃ] εἶδες Φιληματίου, καὶ ὡς χρῆν γυναῖκα πέντε καὶ τετταράκοντα ἔτη γεγονυῖαν ἤδη;
ΧΑΡΜΙΔΗΣ
Καὶ μὴν ἐπόμνυται δύο καὶ εἴκοσιν ἐς τὸν ἐσόμενον Ἐλαφηβολιῶνα τελέσειν. 10
ΤΡΥΦΑΙΝΑ
Σὺ δὲ ποτέροις πιστεύσειας ἄν, τοῖς ἐκείνης ὅρκοις ἢ τοῖς σεαυτοῦ ὀφθαλμοῖς; ἐπίσκεψαι γὰρ ἀκριβῶς ὑποβλέψας ποτὲ τοὺς κροτάφους αὐτῆς, ἔνθα μόνον τὰς αὐτῆς τρίχας ἔχει· τὰ δὲ ἄλλα φενάκη βαθεῖα. παρὰ δὲ τοὺς κροτάφους ὁπόταν ἀσθενήσῃ τὸ φάρμακον, ᾧ βάπτεται, ὑπολευκαίνεται τὰ πολλά. καίτοι τί τοῦτο; βίασαί ποτε καὶ γυμνὴν αὐτὴν ἰδεῖν.
ΧΑΡΜΙΔΗΣ
Οὐδεπώποτέ μοι πρὸς τοῦτο ἐνέδωκεν.
ΤΡΥΦΑΙΝΑ
Εἰκότως· ἠπίστατο γὰρ μυσαχθησόμενόν σε τὰς λεύκας. ὅλη δὲ ἀπὸ τοῦ αὐχένος ἐς τὰ γόνατα παρδάλει ἔοικεν.
 
ἀλλὰ σὺ ἐδάκρυες τοιαύτῃ μὴ συνών; ἦ που τάχα καὶ ἐλύπει σε καὶ ὑπερεώρα;
ΧΑΡΜΙΔΗΣ
Ναί, ὦ Τρύφαινα, καίτοι τοσαῦτα παρ' ἐμοῦ λαμβάνουσα. καὶ νῦν ἐπειδὴ χιλίας αἰτούσῃ οὐκ εἶχον διδόναι ῥᾳδίως ἅτε ὑπὸ πατρὶ φειδομένῳ τρεφόμενος, Μοσχίωνα ἐσδεξαμένη ἀπέκλεισέ με, ἀνθ' ὧν λυπῆσαι καὶ αὐτὸς ἐθέλων αὐτὴν σὲ παρείληφα 5

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi