2–3
ΔΡΟΣΙΣ
Οὐκ οἶδα, ὦ Χελιδόνιον. ἀλλ’ ὁ μηδέποτε ἀπόκοιτός μου γενόμενος ἀφ' οὗ γυναικὶ ὁμιλεῖν ἤρξατο—πρῶτον δὲ ὡμίλησέ μοι—τριῶν τούτων ἑξῆς ἡμερῶν οὐδὲ προσῆλθε τῷ στενωπῷ·
ἐπεὶ δὲ ἠνιώμην—οὐκ οἶδα δὲ ὅπως τι ἔπαθον ἐπ' αὐτῷ—ἔπεμψα τὴν Νεβρίδα περισκεψομένην αὐτὸν ἢ ἐν ἀγορᾷ διατρίβοντα ἢ ἐν Ποικίλῃ· Ποικίλῃ edd.: παιδικῇ codd.. ἡ δὲ περιπατοῦντα ἔφη ἰδοῦσα μετὰ τοῦ Ἀρισταινέτου νεῦσαι πόρρω, ἐκεῖνον δὲ ἐρυθριάσαντα κάτω ὁρᾶν καὶ μηκέτι παρενεγκεῖν τὸν ὀφθαλμόν. εἶτ' ἐβάδιζον ἅμα ἐς τὴν Ἀκαδημίαν Ἀκαδημίαν β: πόλιν γ. · ἡ δὲ ἄχρι τοῦ Διπύλου ἀκολουθήσασα, ἐπεὶ μηδ’ ὅλως ἐπεστράφη, ἐπανῆκεν οὐδὲν σαφὲς ἀπαγγεῖλαι ἔχουσα. πῶς με οἴει διάγειν τὸ μετὰ ταῦτα οὐκ ἔχουσαν εἰκάσαι ὅ τι μοι πέπονθεν ὁ μειρακίσκος; ἀλλὰ μὴ ἐλύπησά ἐλύπησέ γ. τι αὐτόν, ἔλεγον, ἤ τινος ἄλλης ἠράσθη μισήσας ἐμέ; ἀλλ’ ὁ πατὴρ διεκώλυσεν αὐτόν; πολλὰ τοιαῦτα ἡ ἀθλία ἔστρεφον. ἤδη δὲ περὶ δείλην ὀψίαν ἧκέ μοι Δρόμων τὸ γραμμάτιον τουτὶ παρ' αὐτοῦ κομίζων. ἀνάγνωθι λαβοῦσα, ὦ Χελιδόνιον· οἶσθα γὰρ δή που γράμματα.
ΧΕΛΙΔΟΝΙΟΝ
Φέρ' ἴδωμεν· τὰ γράμματα οὐ πάνυ σαφῆ, ἀλλὰ ἐπισεσυρμένα δηλοῦντα ἔπειξίν τινα τοῦ γεγραφότος. λέγει δέ “πῶς μὲν ἐφίλησά σε, ὦ Δροσί, τοὺς θεοὺς ποιοῦμαι μάρτυρας.”
ΔΡΟΣΙΣ
Αἰαῖ τάλαν, οὐδὲ τὸ χαίρειν προσέγραψε.