5–2
ΠΟΛΕΜΩΝ
Ἀλλὰ προλέγω ὑμῖν ὅτι τὸ ὕστατον πίεσθε τήμερον, ἢ μάτην ἐγὼ τοσούτοις φόνοις ἐγγεγυμνασμένος πάρειμι. τοὺς Θρᾷκας, ὦ Παρμένων· ὡπλισμένοι ἡκέτωσαν ἡκέτωσαν rec.: ἧκον β: ἧκαν γ. ἐμφράξαντες τὸν στενωπὸν τῇ φάλαγγι· ἐπὶ μετώπου μὲν τὸ ὁπλιτικόν, παρ' ἑκάτερα δὲ οἱ σφενδονῆται καὶ τοξόται, οἱ δὲ ἄλλοι κατόπιν.
ΦΙΛΟΣΤΡΑΤΟΣ
Ὡς βρεφυλλίοις ταῦτα, ὦ μισθοφόρε, ἡμῖν λέγεις καὶ μορμολύττῃ μορμολύττεις codd.: corr. Valckenaer. . σὺ γὰρ ἀλεκτρυόνα πώποτε ἀπέκτεινας ἢ πόλεμον εἶδες; ἐρυμάτιον ἐφρούρεις τάχα διμοιρίτης ὤν, ἵνα καὶ τοῦτο προσχαρίσωμαί σοι.
ΠΟΛΕΜΩΝ
Καὶ μὴν εἴσῃ μετ' ὀλίγον, ἐπειδὰν προσιόντας ἡμᾶς ἐπὶ δόρυ θεάσῃ στίλβοντας τοῖς ὅπλοις.
ΦΙΛΟΣΤΡΑΤΟΣ
Ἥκετε μόνον συσκευασάμενοι συσκευασόμενοι β. . ἐγὼ δὲ καὶ Τίβειος τίβιος dett., edd.. οὗτος—μόνος γὰρ οὗτος ἕπεταί μοι—βάλλοντες ὑμᾶς λίθοις τε καὶ ὀστράκοις οὕτω διασκεδάσομεν, ὡς μηδὲ ὅποι οἴχεσθε οἴχησθε Mras. ἔχοιτε εἰδέναι.
ΧΕΛΙΔΟΝΙΟΝ
Οὐκέτι φοιτᾷ παρὰ σέ, ὦ Δροσί, τὸ μειράκιον ὁ Κλεινίας; οὐ γὰρ ἑώρακα, πολὺς ἤδη χρόνος, αὐτὸν παρ' ὑμῖν.
ΔΡΟΣΙΣ
Οὐκέτι, ὦ Χελιδόνιον· ὁ γὰρ διδάσκαλος αὐτὸν εἶρξε μηκέτι μοι προσιέναι.
ΧΕΛΙΔΟΝΙΟΝ
Τίς οὗτος; μή τι τὸν παιδοτρίβην Διότιμον λέγεις; ἐπεὶ ἐκεῖνός γε φίλος ἐστίν.
ΔΡΟΣΙΣ
Οὔκ, ἀλλ’ ὁ κάκιστα φιλοσόφων ἀπολούμενος Ἀρισταίνετος.
ΧΕΛΙΔΟΝΙΟΝ
Τὸν σκυθρωπὸν λέγεις, τὸν δασύν, τὸν βαθυπώγωνα, ὃς εἴωθε μετὰ τῶν μειρακίων περιπατεῖν ἐν τῇ Ποικίλῃ;
5
ΔΡΟΣΙΣ
Ἐκεῖνόν φημι τὸν ἀλαζόνα, ὃν κάκιστα ἐπίδοιμι ἀπολούμενον, ἑλκόμενον τοῦ πώγωνος ὑπὸ δημίου.
ΧΕΛΙΔΟΝΙΟΝ
Τί παθὼν δὲ ἐκεῖνος τοιαῦτα ἔπεισε τὸν Κλεινίαν;