Thesauros Edebiyat satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

2

ΔΟΡΚΑΣ
Προεῖπον εὐθὺς ἐν ἀρχῇ ἅπαντα· πρὸς δὲ σὲ οὐκ ἂν οὐχ ἃ rec.. εἶπον, ἀλλὰ ἃ ἤκουσα ἐβουλόμην εἰπεῖν. ἐπεὶ πρός γε Παρμένοντα οὕτως ἠρξάμην· Ἦ που, ὦ Παρμένων, ἐβόμβει τὰ ὦτα ὑμῖν; ἀεὶ γὰρ ἐμέμνητο ἡ κεκτημένη μετὰ δακρύων, καὶ μάλιστα εἴ τις ἐληλύθει ἐκ τῆς μάχης καὶ πολλοὶ τεθνάναι ἐλέγοντο, ἐσπάραττε τότε τὰς κόμας καὶ τὰ στέρνα ἐτύπτετο καὶ ἐπένθει πρὸς τὴν ἀγγελίαν ἑκάστην.
ΠΑΝΝΥΧΙΣ
Εὖ γε, ὦ Δορκάς, οὕτως ἐχρῆν.
ΔΟΡΚΑΣ
Εἶτα ἑξῆς μετ' οὐ πολὺ ἠρόμην ἐκεῖνα. ὁ δέ, Πάνυ λαμπρῶς, φησίν, ἀνεστρέψαμεν.
ΠΑΝΝΥΧΙΣ
Οὕτως κἀκεῖνος οὐδὲν προειπών, ὡς ἐμέμνητό μου ὁ Πολέμων ἢ ἐπόθει ἢ ηὔχετο ζῶσαν καταλαβεῖν;
ΔΟΡΚΑΣ
Καὶ μάλα πολλὰ τοιαῦτα ἔλεγε. τὸ δ’ οὖν δ’ οὖν Jacobitz: γοῦν codd.. κεφάλαιον ἐξήγγειλε πλοῦτον πολύν, χρυσόν, ἐσθῆτα, ἀκολούθους, ἐλέφαντα· τὸ μὲν γὰρ ἀργύριον μηδὲ ἀριθμῷ ἄγειν αὐτόν, ἀλλὰ μεδίμνῳ ἀπομεμετρημένον πολλοὺς μεδίμνους. εἶχε δὲ καὶ αὐτὸς Παρμένων δακτύλιον ἐν τῷ μικρῷ δακτύλῳ, μέγιστον, πολύγωνον, καὶ ψῆφος ἐνεβέβλητο τῶν τριχρώμων, ἐρυθρά τε ἦν ἐπιπολῆς. εἴασα δ’ οὖν αὐτὸν ἐθέλοντά μοι διηγεῖσθαι ὡς τὸν Ἅλυν διέβησαν καὶ ὡς ἀπέκτειναν Τιριδάταν τινὰ καὶ ὡς διέπρεψεν διέπρεψεν Courier: διέτριψεν codd.. ὁ Πολέμων ἐν τῇ πρὸς Πισίδας μάχῃ· ἀπέδραμόν σοι ταῦτα προσαγγελοῦσα, ὡς περὶ τῶν παρόντων σκέψαιο. 5
 
εἰ γὰρ ἐλθὼν ὁ Πολέμων —ἥξει γὰρ πάντως ἀποσεισάμενος τοὺς γνωρίμους—ἀναπυθόμενος εὕροι τὸν Φιλόστρατον ἔνδον παρ' ἡμῖν, τί οἴει ποιήσειν αὐτόν;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi