Thesauros Edebiyat satire Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι

Ἑταιρικοὶ Διάλογοι Lucian of Samosata

2–4

ΜΗΤΗΡ
Οὐκοῦν, ὦ Μουσάριον, ἐὰν ὑποδήσασθαι δέῃ, καὶ ὁ σκυτοτόμος αἰτῇ τὸ δίδραχμον, ἐροῦμεν πρὸς αὐτόν, Ἀργύριον μὲν οὐκ ἔχομεν, σὺ δὲ τῶν ἐλπίδων ὀλίγας παρ' ἡμῶν λαβέ· καὶ πρὸς τὸν ἀλφιτοπώλην τὰ αὐτά· καὶ ἢν τὸ ἐνοίκιον αἰτώμεθα, Περίμεινον, φήσομεν, ἔστ' ἂν Λάχης ὁ Κολυττεὺς ἀποθάνῃ· ἀποδώσω ἀποδώσομεν edd.. γάρ σοι μετὰ τοὺς γάμους. οὐκ αἰσχύνῃ μόνη τῶν ἑταιρῶν οὐκ ἐλλόβιον οὐχ ὅρμον οὐ ταραντινίδιον ἔχουσα;
ΜΟΥΣΑΡΙΟΝ
Τί οὖν, ὦ μῆτερ; ἐκεῖναι εὐτυχέστεραί μου καὶ καλλίους εἰσίν;
ΜΗΤΗΡ
Οὔκ, ἀλλὰ συνετώτεραι καὶ ἴσασιν ἑταιρίζειν, οὐδὲ πιστεύουσι ῥηματίοις καὶ νεανίσκοις ἐπ' ἄκρου τοῦ χείλους τοὺς ὅρκους ἔχουσι· σὺ δὲ ἡ πιστὴ καὶ φίλανδρος οὐδὲ προσίῃ ἄλλον τινὰ ὅτι μὴ μόνον Χαιρέαν· καὶ πρῴην μὲν ὅτε ὁ γεωργὸς ὁ Ἀχαρνεὺς Ἀκαρνεὺς β: Ἀκαρνανεὺς γ: corr. Guyet. ἧκε δύο μνᾶς κομίζων, ἀγένειος καὶ αὐτός—οἴνου δὲ τιμὴν ἀπειλήφει τοῦ πατρὸς πέμψαντος—σὺ δὲ ἐκεῖνον μὲν ἀπεμύκτισας, καθεύδεις δὲ μετὰ τοῦ Ἀδώνιδος Χαιρέου.
ΜΟΥΣΑΡΙΟΝ
Τί οὖν; ἐχρῆν Χαιρέαν καταλείψασαν παραδέξασθαι τὸν ἐργάτην ἐκεῖνον κινάβρας ἀπόζοντα; λεῖός μοι, φασί, Χαιρέας Χαιρέας del. Rothstein. καὶ χοιρίσκος Ἁχαρνεύς.
 
Ἁχαρνεὺς scripsi: Ἀκαρνάνιος codd.: Ἀχαρνικός edd..
ΜΗΤΗΡ
Ἔστω· ἐκεῖνος ἀγροῖκος καὶ πονηρὸν ἀποπνεῖ. τί καὶ Ἀντιφῶντα τὸν Μενεκράτους μνᾶν ὑπισχνούμενον οὐδὲ τοῦτον ἐδέξω; οὐ καλὸς ἦν καὶ ἀστικὸς ἀστεῖος γ. καὶ ἡλικιώτης Χαιρέου; 5
ΜΟΥΣΑΡΙΟΝ
Ἀλλ' ἠπείλησε Χαιρέας ἀποσφάξειν ἀμφοτέρους, εἰ λάβοι μέ ποτε μετ' αὐτοῦ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi