Λέαινα
ἤκουσα, ἔφην ἐγώ, τῆς Βοιωτίας αὐλητρίδος Ἰσμηνοδώρας διηγουμένης τὰ ἐφέστια παρʼ αὐτοῖς, ὡς γένοιτό τις ἐν Θήβαις ἐκ γυναικὸς ἀνήρ, ὁ δʼ αὐτὸς καὶ μάντις ἄριστος, οἶμαι, Τειρεσίας τοὔνομα. μὴ οὖν καὶ σὺ τοιοῦτόν τι πέπονθας; οὔκουν, ὦ Λέαινα, ἔφη, ἀλλὰ ἐγεννήθην μὲν ὁμοία ταῖς ἄλλαις ὑμῖν, ἡ γνώμη δὲ καὶ ἡ ἐπιθυμία καὶ τἆλλα πάντα ἀνδρός ἐστί μοι. καὶ ἱκανὴ γοῦν σοι, ἔφην, ἐπιθυμία; πάρεχε γοῦν, ὦ Λέαινα, εἰ ἀπιστεῖς, ἔφη, καὶ γνώσῃ οὐδὲν ἐνδέουσάν με τῶν ἀνδρῶν· ἔχω γάρ τι ἀντὶ τοῦ ἀνδρείου. ἀλλὰ πάρεχε, ὄψει γάρ. παρέσχον, ὦ Κλωνάριον, ἱκετευούσης πολλὰ καὶ ὅρμον τινά μοι δούσης τῶν πολυτελῶν καὶ ὀθόνας τῶν λεπτῶν. εἶτʼ ἐγὼ μὲν ὥσπερ ἄνδρα περιελάμβανον, ἡ δὲ ἐφίλει τε καὶ ἐποίει καὶ ἤσθμαινε καὶ ἐδόκει μοι ἐς ὑπερβολὴν ἥδεσθαι.
Κρωβύλη
ὦ Κόριννα, ὡς μὲν οὐ πάνυ δεινὸν ἦν, ὅ ἐνόμιζες, τὸ γυναῖκα γενέσθαι ἐκ παρθένου, μεμάθηκας ἤδη, μετὰ μειρακίου μὲν ὡραίου γενομένη, μυᾶν δὲ τὸ πρῶτον μίσθωμα κομισαμένη, ἐξ ἧς ὅρμον αὐτίκα ὠνήσομαί σοι.