Thesauros Edebiyat satire Θεῶν Διάλογοι

Θεῶν Διάλογοι

Θεῶν Διάλογοι Lucian of Samosata

1

ΔΙΟΝΥΣΟΣ
Μηδὲν θαυμάσῃς, ὦ Ἄπολλον· οὐ γὰρ Ἀφροδίτη αἰτία τούτου, ἀλλὰ οἱ πατέρες διάφοροι γεγενημένοι, ὅπου γε καὶ ὁμοπάτριοι πολλάκις ἐκ μιᾶς γαστρός, ὁ μὲν ἄρσην, ἡ δὲ θήλεια, ὥσπερ ὑμεῖς, γίνονται.
ΑΠΟΛΛΩΝ
Ναί· ἀλλ’ ἡμεῖς ὅμοιοί ἐσμεν καὶ ταὐτὰ ἐπιτηδεύομεν· τοξόται γὰρ ἄμφω.
ΔΙΟΝΥΣΟΣ
Μέχρι μὲν τόξου τὰ αὐτά, ὦ Ἄπολλον, ἐκεῖνα δὲ οὐχ ὅμοια, ὅτι ἡ μὲν Ἄρτεμις ξενοκτονεῖ ἐν Σκύθαις, σὺ δέ μαντεύῃ καὶ ἰᾷ ἰᾷ β: θεραπεύεις γ. τοὺς κάμνοντας.
ΑΠΟΛΛΩΝ
Οἴει γὰρ τὴν ἀδελφὴν χαίρειν τοῖς Σκύθαις, ἥ γε καὶ παρεσκεύασται, ἤν τις Ἕλλην ἀφίκηταί ποτε εἰς τὴν Ταυρικήν, συνεκπλεῦσαι μετ' αὐτοῦ μυσαττομένη τὰς σφαγάς; 5
ΔΙΟΝΥΣΟΣ
Εὖ γε ἐκείνη ποιοῦσα. ὁ μέντοι Πρίαπος, γελοῖον γάρ τί σοι διηγήσομαι, πρῴην ἐν Λαμψάκῳ γενόμενος, ἐγὼ μὲν παρῄειν τὴν πόλιν, ὁ δὲ ὑποδεξάμενός με καὶ ξενίσας παρ' αὑτῷ, ἐπειδὴ ἀνεπαυσάμεθα ἐν τῷ συμποσίῳ ἱκανῶς ὑποβεβρεγμένοι, κατ' αὐτάς που μέσας νύκτας ἐπαναστὰς ὁ γενναῖος—αἰδοῦμαι δὲ λέγειν.
ΑΠΟΛΛΩΝ
Ἐπείρα σε, Διόνυσε;
ΔΙΟΝΥΣΟΣ
Τοιοῦτόν ἐστι.
ΑΠΟΛΛΩΝ
Σὺ δὲ τί πρὸς ταῦτα;
ΔΙΟΝΥΣΟΣ
Τί γὰρ ἄλλο ἢ ἐγέλασα; 5
ΑΠΟΛΛΩΝ
Εὖ γε, τὸ μὴ χαλεπῶς μηδὲ ἀγρίως· συγγνωστὸς γάρ, εἰ καλόν σε οὕτως ὄντα ἐπείρα.
ΔΙΟΝΥΣΟΣ
Τούτου μὲν ἕνεκα καὶ ἐπὶ σὲ ἄν, ὦ Ἄπολλον, ἀγάγοι τὴν πεῖραν· καλὸς γὰρ σὺ καὶ κομήτης, ὡς καὶ νήφοντα ἄν σοι τὸν Πρίαπον ἐπιχειρῆσαι.
ΑΠΟΛΛΩΝ
Ἀλλ' οὐκ ἐπιχειρήσει γε, ὦ Διόνυσε· ἔχω γὰρ μετὰ τῆς κόμης καὶ τόξα.
 
ΕΡΜΟΥ ΚΑΙ ΜΑΙΑΣ
ΕΡΜΗΣ
Ἔστι γάρ τις, ὦ μῆτερ, ἐν οὐρανῷ θεὸς ἀθλιώτερος ἐμοῦ;
ΜΑΙΑ
Μὴ λέγε, ὦ Ἑρμῆ, τοιοῦτον μηδέν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi