Thesauros Edebiyat satire Θεῶν Διάλογοι

Θεῶν Διάλογοι

Θεῶν Διάλογοι Lucian of Samosata

2–1

Ἄρης
οἴει γάρ με πρὸς πάντας ἂν ταῦτα εἰπεῖν, οὐχὶ δὲ πρὸς μόνον σέ, ὃν ἐχεμυθεῖν ἠπιστάμην; ὃ δʼ οὖν μάλιστα γελοῖον ἔδοξέ μοι ἀκούοντι μεταξὺ τῆς ἀπειλῆς, οὐκ ἂν δυναίμην σιωπῆσαι πρὸς σέ· μέμνημαι γὰρ οὐ πρὸ πολλοῦ, ὁπότε ὁ Ποσειδῶν καὶ ἡ Ἥρα καὶ ἡ Ἀθηνᾶ ἐπαναστάντες ἐπεβούλευον συνδῆσαι λαβόντες αὐτόν, ὡς παντοῖος ἦν δεδιώς, καὶ ταῦτα τρεῖς ὄντας, καὶ εἰ μή γε ἡ Θέτις κατελεήσασα ἐκάλεσεν αὐτῷ σύμμαχον Βριάρεων ἑκατόγχειρα ὄντα, κἂν ἐδέδετο ἂν αὐτῷ κεραυνῷ καὶ βροντῇ. ταῦτα λογιζομένῳ ἐπῄει μοι γελᾶν ἐπὶ τῇ καλλιρρημοσύνῃ αὐτοῦ.
Ἑρμῆς
σιώπα, φημί· οὐ γὰρ ἀσφαλὲς οὔτε σοὶ λέγειν οὔτʼ ἐμοὶ ἀκούειν τὰ τοιαῦτα.
 
Πανὸς καὶ Ἑρμοῦ
Πάν
χαῖρε, ὦ πάτερ Ερμῆ.
Ἑρμῆς
καὶ σύ γε. ἀλλὰ πῶς ἐγὼ σὸς πατήρ;
Πάν
οὐχ ὁ Κυλλήνιος Ἑρμῆς ὢν τυγχάνεις;
Ἑρμῆς
καὶ μάλα. πῶς οὖν υἱὸς ἐμὸς εἶ;
Πάν
Μοιχίδιός εἰμι, ἐξαίρετός σοι γενόμενος. 5
Ἑρμῆς
νὴ Δία, τράγου ἴσως τινὸς μοιχεύσαντος αἶγα· ἐμοὶ γὰρ πῶς, κέρατα ἔχων καὶ ῥῖνα τοιαύτην καὶ πώγωνα λάσιον καὶ σκέλη διχαλὰ καὶ τραγικὰ καὶ οὐρὰν ὑπὲρ τὰς πυγάς;
Πάν
ὁπόσα ἂν ἀποσκώψῃς με, τὸν σεαυτοῦ υἱόν, ὦ πάτερ, ἐπονείδιστον ἀποφαίνεις, μᾶλλον δὲ σεαυτόν, ὃς τοιαῦτα γεννᾷς καὶ παιδοποιεῖς, ἐγὼ δὲ ἀναίτιος.
Ἑρμῆς
τίνα δὲ καὶ φής σου μητέρα; ἤ που ἔλαθον αἶγα μοιχεύσας ἔγωγε;
Πάν
οὐκ αἶγα ἐμοίχευσας, ἀλλʼ ἀνάμνησον σεαυτόν, εἴ ποτε ἐν Ἀρκαδίᾳ παῖδα ἐλευθέραν ἐβιάσω. τί δακὼν τὸν δάκτυλον ζητεῖς καὶ ἐπὶ πολὺ ἀπορεῖς; τὴν Ἰκαρίου λέγω Πηνελόπην.
Ἑρμῆς
εἶτα τί παθοῦσα ἐκείνη ἀντʼ ἐμοῦ τράγῳ σε ὅμοιον ἔτεκεν; 10

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi