1
Ἥφαιστος
ἄκων μέν, κατοίσω δέ· τί γὰρ χρὴ ποιεῖν σοῦ κελεύοντος; τί τοῦτο; κόρη ἔνοπλος; μέγα, ὦ Ζεῦ, κακὸν εἶχες ἐν τῇ κεφαλῇ· εἰκότως γοῦν ὀξύθυμος ἦσθα τηλικαύτην ὑπὸ τῇ μήνιγγι παρθένον ζῳογονῶν καὶ ταῦτα ἔνοπλον· ἦ που στρατόπεδον, οὐ κεφαλὴν ἐλελήθεις ἔχων. ἡ δὲ πηδᾷ καὶ πυρριχίζει καὶ τὴν ἀσπίδα τινάσσει καὶ τὸ δόρυ πάλλει καὶ ἐνθουσιᾷ, καὶ τὸ μέγιστον, καλὴ πάνυ καὶ ἀκμαία γεγένηται ἤδη ἐν βραχεῖ· γλαυκῶπις μέν, ἀλλὰ κοσμεῖ καὶ τοῦτο ἡ κόρυς. ὥστε, ὦ Ζεῦ, μαίωτρά μοι ἀπόδος ἐγγυήσας ἤδη αὐτήν.
Ζεύς
ἀδύνατα αἰτεῖς, ὦ Ἥφαιστε· παρθένος γὰρ ἀεὶ ἐθελήσει μένειν. ἐγὼ δʼ οὖν τό γε ἐπʼ ἐμοὶ οὐδὲν ἀντιλέγω.
Ἥφαιστος
τοῦτʼ ἐβουλόμην· ἐμοὶ μελήσει τὰ λοιπά, καὶ ἤδη συναρπάσω αὐτήν.
Ζεύς
εἴ σοι ῥᾴδιον, οὕτω ποίει· πλὴν οἶδα ὅτι ἀδυνάτων ἐρᾷς.
10
Ποσειδῶν
ἔστιν, ὦ Ἑρμῆ, νῦν ἐντυχεῖν τῷ Διί;
Ἑρμῆς
οὐδαμῶς, ὦ Πόσειδον.
Ποσειδῶν
ὅμως προσάγγειλον αὐτῷ.
Ἑρμῆς
μὴ ἐνόχλει, φημί· ἄκαιρον γάρ ἐστιν, ὥστε οὐκ ἂν ἴδοις αὐτὸν ἐν τῷ παρόντι.
Ποσειδῶν
μῶν τῇ Ἥρᾳ σύνεστιν;
5
Ἑρμῆς
οὔκ, ἀλλʼ ἑτεροῖόν τί ἐστι.
Ποσειδῶν
συνίημι· ὁ Γανυμήδης ἔνδον.
Ἑρμῆς
οὐδὲ τοῦτο· ἀλλὰ μαλακῶς ἔχει αὐτός.
Ποσειδῶν
πόθεν, ὦ Ἑρμῆ; δεινὸν γὰρ τοῦτο φής.
Ἑρμῆς
αἰσχύνομαι εἰπεῖν, τοιοῦτόν ἐστιν.
10
Ποσειδῶν
ἀλλὰ οὐ χρὴ πρὸς ἐμὲ θεῖόν γε ὄντα.
Ἑρμῆς
τέτοκεν ἀρτίως, ὦ Πόσειδον.
Ποσειδῶν
ἄπαγε, τέτοκεν ἐκεῖνος; ἐκ τίνος; οὐκοῦν ἐλελήθει ἡμᾶς ἀνδρόγυνος ὤν; ἀλλὰ οὐδὲ ἐπεσήμανεν ἡ γαστὴρ αὐτῷ ὄγκον τινά.
Ἑρμῆς
εὖ λέγεις· οὐ γὰρ ἐκείνη εἶχε τὸ ἔμβρυον.
Ποσειδῶν
οἶδα· ἐκ τῆς κεφαλῆς ἔτεκεν αὖθις ὥσπερ τὴν Ἀθηνᾶν· τοκάδα γὰρ τὴν κεφαλὴν ἔχει.
15