1
ΠΟΣΕΙΔΩΝ
Τοῦτο μέν, ὦ Ἀμφιτρίτη, οὐ θέμις· οὐδὲ ἄλλως καλὸν ἐνταῦθά που κεῖσθαι ὑπὸ τῇ ψάμμῳ αὐτήν, ἀλλ’ ὅπερ ἔφην ἐν τῇ Τρῳάδι ἢ ἐν Χερρονήσῳ τεθάψεται. ἐκεῖνο δὲ παραμύθιον οὐ μικρὸν ἔσται αὐτῇ, ὅτι μετ' ὀλίγον τὰ αὐτὰ καὶ ἡ Ἰνὼ πείσεται καὶ ἐμπεσεῖται ὑπὸ τοῦ Ἀθάμαντος διωκομένη ἐς τὸ πέλαγος ἀπ' ἄκρου τοῦ Κιθαιρῶνος, καθ' ὅπερ καθήκει ἐς τὴν θάλασσαν, ἔχουσα καὶ τὸν υἱὸν ἐπὶ τῆς ἀγκάλης. ἀλλὰ κἀκείνην σῶσαι δεήσει χαρισαμένους τῷ Διονύσῳ· τροφὸς γὰρ αὐτοῦ καὶ τίτθη ἡ Ἰνώ.
ΑΜΦΙΤΡΙΤΗ
Οὐκ ἐχρῆν οὕτω πονηρὰν οὖσαν.
ΠΟΣΕΙΔΩΝ
Ἀλλὰ τῷ Διονύσῳ ἀχαριστεῖν, Ἀμφιτρίτη, οὐκ ἀχαριστεῖν ἄξιον γ. ὦ Ἀμφιτρίτη, οὐκ ἄξιον.
ΝΗΡΕΙΔΕΣ
Αὕτη δὲ ἄρα τί παθοῦσα κατέπεσεν ἀπὸ τοῦ κριοῦ, ὁ ἀδελφὸς δὲ ὁ Φρίξος ἀσφαλῶς ὀχεῖται;
ΠΟΣΕΙΔΩΝ
Εἰκότως· νεανίας γὰρ καὶ δύναται ἀντέχειν πρὸς τὴν φοράν, ἡ δὲ ὑπ' ἀηθείας ἐπιβᾶσα ὀχήματος παραδόξου καὶ ἀπιδοῦσα ἐς βάθος ἀχανές, ἐκπλαγεῖσα καὶ τῷ θάλπει θάμβει γ. ἅμα συσχεθεῖσα καὶ ἰλιγγιάσασα πρὸς τὸ σφοδρὸν τῆς πτήσεως ἀκρατὴς ἐγένετο τῶν κεράτων τοῦ κριοῦ, ὧν τέως ἐπείληπτο, καὶ κατέπεσεν ἐς τὸ πέλαγος.
ΝΗΡΕΙΔΕΣ
Οὔκουν ἐχρῆν τὴν μητέρα τὴν Νεφέλην βοηθῆσαι πιπτούσῃ;
5
ΠΟΣΕΙΔΩΝ
Ἐχρῆν· ἀλλ’ ἡ Μοῖρα τῆς Νεφέλης πολλῷ δυνατωτέρα.
ΠΑΝΟΠΗ
Εἶδες, ὦ Γαλήνη, χθὲς οἷα ἐποίησεν ἡ Ἔρις παρὰ τὸ δεῖπνον ἐν Θετταλίᾳ, διότι μὴ καὶ αὐτὴ ἐκλήθη εἰς τὸ συμπόσιον;
ΓΑΛΗΝΗ
Οὐ συνειστιώμην ὑμῖν ἔγωγε· ὁ γὰρ Ποσειδῶν ἐκέλευσέ με, ὦ Πανόπη, ἀκύμαντον ἐν τοσούτῳ φυλάττειν τὸ πέλαγος. τί δ’ οὖν ἐποίησεν ἡ Ἔρις μὴ παροῦσα; μὴ παροῦσα β: ἐρεῖς μοι παροῦσα γ.