3–1
ΠΡΩΤΕΥΣ
Ὁποίᾳ ἂν πέτρᾳ προσελθὼν ἁρμόσῃ τὰς κοτύλας κοτύλας γ: σκυτάλας β. καὶ προσφὺς ἔχηται κατὰ τὰς πλεκτάνας, ἐκείνῃ ὅμοιον ἐργάζεται ἑαυτὸν καὶ μεταβάλλει τὴν χροίαν μιμούμενος τὴν πέτραν, ὡς λανθάνειν λανθάνειν γ: ἂν λάθοι β. τοὺς ἁλιέας μὴ διαλλάττων μηδὲ ἐπίσημος ἐπίσημος γ: φανερὸς β. ὢν διὰ τοῦτο, ἀλλὰ ἐοικὼς τῷ λίθῳ.
ΜΕΝΕΛΑΟΣ
Φασὶ ταῦτα· τὸ δὲ σὸν πολλῷ παραδοξότερον, ὦ Πρωτεῦ.
ΠΡΩΤΕΥΣ
Οὐκ οἶδα, ὦ Μενέλαε, ᾥτινι ἂν ἄλλῳ πιστεύσειας τοῖς σεαυτοῦ ὀφθαλμοῖς ἀπιστῶν.
ΜΕΝΕΛΑΟΣ
Εἶδον· ἀλλὰ τὸ πρᾶγμα τεράστιον, ὁ αὐτὸς πῦρ καὶ ὕδωρ.
ΠΟΣΕΙΔΩΝ
Εὖ γε, ὦ Δελφῖνες, ὅτι ἀεὶ φιλάνθρωποί ἐστε, καὶ πάλαι μὲν τὸ τῆς Ἰνοῦς παιδίον ἐπὶ τὸν Ἰσθμὸν ἐκομίσατε ὑποδεξάμενοι ἀπὸ τῶν Σκειρωνίδων μετὰ τῆς μητρὸς ἐμπεσόν, καὶ νῦν σὺ τὸν κιθαρῳδὸν τουτονὶ τὸν ἐκ Μηθύμνης ἀναλαβὼν ἐξενήξω ἐς Ταίναρον αὐτῇ σκευῇ καὶ κιθάρᾳ, οὐδὲ περιεῖδες κακῶς ὑπὸ τῶν ναυτῶν ἀπολλύμενον.
ΔΕΛΦΙΝΕΣ
Μὴ θαυμάσῃς, ὦ Πόσειδον, εἰ τοὺς ἀνθρώπους εὖ ποιοῦμεν ἐξ ἀνθρώπων γε καὶ αὐτοὶ ἰχθύες γενόμενοι. Καὶ μέμφομαί ΠΟΣ. καὶ μέμφομαι . . . ὅτι ὑμᾶς . . . Δελφίν; β. γε τῷ Διονύσῳ, ὅτι ἡμᾶς καταναυμαχήσας καὶ μετέβαλε, δέον χειρώσασθαι μόνον, ὥσπερ τοὺς ἄλλους ὑπηγάγετο.
ΠΟΣΕΙΔΩΝ
Πῶς δ’ οὖν τὰ κατὰ τὸν Ἀρίονα τοῦτον ἐγένετο, ὦ Δελφίν;