Thesauros Edebiyat satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

2–4

ΚΡΑΤΗΣ
Καὶ ἄλλοι μὲν πολλοὶ συγκατέβαινον ἡμῖν, ἐν αὐτοῖς δὲ ἐπίσημοι Ἰσμηνόδωρός per dialogum Μηνόδωρος β. Ὀροίτης L: Ὀρύτης γ: Ὀρώδης β. τε ὁ πλούσιος ὁ ἡμέτερος καὶ Ἀρσάκης ὁ Μηδίας ὕπαρχος καὶ Ὀροίτης per dialogum Μηνόδωρος β. Ὀροίτης L: Ὀρύτης γ: Ὀρώδης β. ὁ Ἀρμένιος. ὁ μὲν οὖν Ἰσμηνόδωρος— ἐπεφόνευτο γὰρ ὑπὸ τῶν λῃστῶν ὑπὸ ὑπὸ γ: περὶ β. τὸν Κιθαιρῶνα Ἐλευσῖνάδε οἶμαι βαδίζων—ἔστενε καὶ τὸ τραῦμα ἐν ταῖν χεροῖν εἶχε καὶ τὰ παιδία, ἃ νεογνὰ καταλελοίπει, ἀνεκαλεῖτο καὶ ἑαυτῷ ἐπεμέμφετο τῆς τόλμης, ὃς καὶ . . . ὃς β: καὶ αὑτὸν ᾐτιᾶτο τῆς τόλμης ὡς γ. Κιθαιρῶνα ὑπερβάλλων καὶ τὰ περὶ τὰς Ἐλευθερὰς χωρία πανέρημα ὄντα ὑπὸ τῶν πολέμων διοδεύων πολέμων διοδεύων β: πολεμίων γ. δύο μόνους οἰκέτας ἐπηγάγετο, καὶ ταῦτα φιάλας πέντε χρυσᾶς καὶ κυμβία τέτταρα μεθ' ἑαυτοῦ κομίζων.
 
ὁ δὲ Ἀρσάκης—γηραιὸς ἤδη καὶ νὴ Δί' οὐκ ἄσεμνος τὴν ὄψιν—εἰς τὸ βαρβαρικὸν ἤχθετο καὶ ἠγανάκτει πεζὸς βαδίζων καὶ ἠξίου τὸν ἵππον αὐτῷ προσαχθῆναι· καὶ γὰρ καὶ ὁ ἵππος αὐτῷ συνετεθνήκει, μιᾷ πληγῇ ἀμφότεροι διαπαρέντες ὑπὸ Θρᾳκός τινος πελταστοῦ ἐν τῇ ἐπὶ τῷ Ἀράξῃ πρὸς τὸν Καππαδόκην Καππάδοκα β. συμπλοκῇ. ὁ μὲν γὰρ Ἀρσάκης ἐπήλαυνεν, ὡς διηγεῖτο, πολὺ τῶν ἄλλων προεξορμήσας, ὑπεξορμήσας β. ὑποστὰς δὲ ὁ Θρᾷξ τῇ πέλτῃ μὲν ὑποδὺς ἀποσείεται τοῦ Ἀρσάκου τὸν κοντόν, ὑποθεὶς δὲ τὴν σάρισαν αὐτόν τε διαπείρει καὶ τὸν ἵππον.
ΑΝΤΙΣΘΕΝΗΣ
Πῶς οἷόν τε, ὦ Κράτης, μιᾷ πληγῇ τοῦτο γενέσθαι;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi