Thesauros Edebiyat satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

1–4

ΧΑΡΩΝ
Ἐγὼ ὑμῖν φράσω· γυμνοὺς ἐπιβαίνειν χρὴ τὰ περιττὰ ταῦτα πάντα ἐπὶ τῆς ἠϊόνος καταλιπόντας· μόλις γὰρ ἂν καὶ οὕτως δέξαιτο δέξαιτο recc.: δέξοιτο βγ. ὑμᾶς τὸ πορθμεῖον. σοὶ δέ, ὦ Ἑρμῆ, μελήσει τὸ ἀπὸ τούτου μηδένα παραδέχεσθαι αὐτῶν, ὃς ἂν μὴ ψιλὸς ᾖ καὶ τὰ ἔπιπλα, ὥσπερ ἔφην, ἀποβαλών. παρὰ δὲ τὴν ἀποβάθραν ἑστὼς διαγίνωσκε αὐτοὺς καὶ ἀναλάμβανε γυμνοὺς ἐπιβαίνειν ἀναγκάζων.
ΕΡΜΗΣ
Εὖ λέγεις, καὶ οὕτω ποιήσωμεν.—Οὑτοσὶ τίς ὁ πρῶτός ἐστιν;
ΜΕΝΙΠΠΟΣ
Μένιππος ἔγωγε. ἀλλ’ ἰδοὺ ἡ πήρα μοι, ὦ Ἑρμῆ, καὶ τὸ βάκτρον εἰς τὴν λίμνην ἀπερρίφθων, ἀπερρίφθω γ. τὸν τρίβωνα δὲ οὐδὲ ἐκόμισα εὖ ποιῶν.
ΕΡΜΗΣ
Ἔμβαινε, ὦ Μένιππε ἀνδρῶν ἄριστε, καὶ τὴν προεδρίαν ἔχε παρὰ τὸν κυβερνήτην ἐφ' ὑψηλοῦ, ὡς ἐπισκοπῇς ἅπαντας.
 
ὁ καλὸς δ’ οὗτος τίς ἐστιν;
ΧΑΡΜΟΛΕΩΣ
Χαρμόλεως ὁ Μεγαρικὸς ἐπέραστος, οὗ τὸ φίλημα διτάλαντον ἦν.
ΕΡΜΗΣ
Ἀπόδυθι τοιγαροῦν τὸ κάλλος καὶ τὰ χείλη αὐτοῖς φιλήμασι καὶ τὴν κόμην τὴν βαθεῖαν καὶ τὸ ἐπὶ τῶν παρειῶν ἐρύθημα καὶ τὸ δέρμα ὅλον. ἔχει καλῶς, εὔζωνος εἶ, ἐπίβαινε ἤδη.
 
ὁ δὲ τὴν πορφυρίδα οὑτοσὶ καὶ τὸ διάδημα ὁ βλοσυρὸς τίς ὢν τυγχάνεις;
ΛΑΜΠΙΧΟΣ
Λάμπιχος Γελῴων τύραννος.
ΕΡΜΗΣ
Τί οὖν, ὦ Λάμπιχε, τοσαῦτα ἔχων πάρει;
ΛΑΜΠΙΧΟΣ
Τί οὖν; ἐχρῆν, ὦ Ἑρμῆ, γυμνὸν ἥκειν τύραννον ἄνδρα;
ΕΡΜΗΣ
Τύραννον μὲν οὐδαμῶς, νεκρὸν δὲ μάλα· ὥστε ἀπόθουταῦτα. 5
ΛΑΜΠΙΧΟΣ
Ἰδού σοι ὁ πλοῦτος ἀπέρριπται.
ΕΡΜΗΣ
Καὶ τὸν τῦφον ἀπόρριψον, ὦ Λάμπιχε, καὶ τὴν ὑπεροψίαν· βαρήσει γὰρ τὸ πορθμεῖον συνεμπεσόντα.
ΛΑΜΠΙΧΟΣ
Οὐκοῦν ἀλλὰ τὸ διάδημα ἔασόν με ἔχειν καὶ τὴν ἐφεστρίδα.
ΕΡΜΗΣ
Οὐδαμῶς, ἀλλὰ καὶ ταῦτα ἄφες.
ΛΑΜΠΙΧΟΣ
Εἶεν. τί ἔτι; πᾶν γὰρ ἀφῆκα, ὡς ὁρᾷς. 10
ΕΡΜΗΣ
Καὶ τὴν ὠμότητα καὶ τὴν ἄνοιαν καὶ τὴν ὕβριν καὶ τὴν ὀργήν, καὶ ταῦτα ἄφες.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi