1–3
ΧΑΡΩΝ
Καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, ὦ μιαρέ, ἢν μὴ ἀποδῷς.
ΜΕΝΙΠΠΟΣ
Κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω παραλύσω γ. τὸ κρανίον.
ΧΑΡΩΝ
Μάτην οὖν ἔσῃ πεπλευκὼς ἔσῃ πεπλευκὼς . . . . γ: πέπλευκας . . . .; β. τοσοῦτον πλοῦν.
ΜΕΝΙΠΠΟΣ
Ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με παρέδωκέ σοι.
10
ΕΡΜΗΣ
Νὴ Δί' ὀναίμην ὠνάμην β. γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.
ΧΑΡΩΝ
Οὐκ ἀποστήσομαί σου.
ΜΕΝΙΠΠΟΣ
Τούτου γε ἕνεκα νεωλκήσας τὸ πορθμεῖον παράμενε· πλὴν ἀλλ’ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις;
ΧΑΡΩΝ
Σὺ δ’ οὐκ ᾔδεις κομίζειν δέον;
ΜΕΝΙΠΠΟΣ
Ἤιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;
5
ΧΑΡΩΝ
Μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;
ΜΕΝΙΠΠΟΣ
Οὐ προῖκα, ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.
ΧΑΡΩΝ
Οὐδὲν ταῦτα πρὸς πορθμέα· τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ· οὐ θέμις ἄλλως γενέσθαι.
ΜΕΝΙΠΠΟΣ
Οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.
ΧΑΡΩΝ
Χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρὰ τοῦ Αἰακοῦ προσλάβω.
ΧΑΡΩΝ
Δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.
ΜΕΝΙΠΠΟΣ
Θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ δεῖπνον.
5
ΧΑΡΩΝ
Πόθεν τοῦτον ἡμῖν, ὦ Ἑρμῆ, τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾄδων οἰμωζόντων ἐκείνων.
ΕΡΜΗΣ
Ἀγνοεῖς, ὦ Χάρων, ὅντινα ἄνδρα διεπόρθμευσας; ἐλεύθερον ἀκριβῶς· οὐδένος αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος.
ΧΑΡΩΝ
Καὶ μὴν ἄν σε λάβω ποτέ—