Thesauros Edebiyat satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

2–1

ΠΟΛΥΔΕΥΚΗΣ
Ἀλλὰ ἐμὲ ἀμαθῆ καὶ ἀπαίδευτον εἶναι φάσκουσι κατηγοροῦντα τῆς σοφίας αὐτῶν.
ΔΙΟΓΕΝΗΣ
Σὺ δὲ οἰμώζειν αὐτοὺς παρ' ἐμοῦ λέγε.
ΠΟΛΥΔΕΥΚΗΣ
Καὶ ταῦτα, ὦ Διόγενες, ἀπαγγελῶ.
ΔΙΟΓΕΝΗΣ
Τοῖς πλουσίοις δ’ ὦ φίλτατον Πολυδεύκιον, ἀπάγγελλε ταῦτα παρ' ἡμῶν· τί, ὦ μάταιοι, τὸν χρυσὸν φυλάττετε; τί δὲ τιμωρεῖσθε ἑαυτοὺς λογιζόμενοι τοὺς τόκους καὶ τάλαντα ἐπὶ ταλάντοις συντιθέντες, οὓς χρὴ ἕνα ὀβολὸν ἔχοντας ἥκειν μετ' ὀλίγον;
ΠΟΛΥΔΕΥΚΗΣ
Εἰρήσεται καὶ ταῦτα πρὸς ἐκείνους.
ΔΙΟΓΕΝΗΣ
Ἀλλὰ καὶ τοῖς καλοῖς τε καὶ ἰσχυροῖς λέγε, Μεγίλλῳ τε τῷ Κορινθίῳ καὶ Δαμοξένῳ τῷ παλαιστῇ, ὅτι παρ' ἡμῖν οὔτε ἡ ξανθὴ κόμη οὔτε τὰ χαροπὰ ἢ μέλανα ὄμματα ἢ ἐρύθημα ἐπὶ τοῦ 334προσώπου ἔτι ἔστιν ἢ νεῦρα εὔτονα ἢ ὦμοι καρτεροί, ἀλλὰ πάντα μία ἡμῖν κόνις, φασί, κρανία γυμνὰ τοῦ κάλλους.
ΠΟΛΥΔΕΥΚΗΣ
Οὐ χαλεπὸν οὐδὲ ταῦτα εἰπεῖν πρὸς τοὺς καλοὺς καὶ ἰσχυρούς.
ΔΙΟΓΕΝΗΣ
Καὶ τοῖς πένησιν, ὦ Λάκων,—πολλοὶ δ’ εἰσὶ καὶ ἀχθόμενοι τῷ πράγματι καὶ οἰκτείροντες τὴν ἀπορίαν—λέγε μήτε δακρύειν μήτε οἰμώζειν διηγησάμενος τὴν ἐνταῦθα ἰσοτιμίαν, καὶ ὅτι ὄψονται τοὺς ἐκεῖ πλουσίους οὐδὲν ἀμείνους αὑτῶν· καὶ Λακεδαιμονίοις δὲ τοῖς σοῖς ταῦτα, εἰ δοκεῖ, παρ' ἐμοῦ ἐπιτίμησον λέγων ἐκλελύσθαι αὐτούς.
ΠΟΛΥΔΕΥΚΗΣ
Μηδέν, ὦ Διόγενες, περὶ Λακεδαιμονίων λέγε· οὐ γὰρ ἀνέξομαί γε. ἃ δὲ πρὸς τοὺς ἄλλους ἔφησθα, ἀπαγγελῶ.
ΔΙΟΓΕΝΗΣ
Ἐάσωμεν τούτους, ἐπεί σοι δοκεῖ· σὺ δὲ οἷς προεῖπον ἀπένεγκον παρ' ἐμοῦ τοὺς λόγους.
 
ΧΑΡΩΝΟΣ ΚΑΙ ΜΕΝΙΠΠΟΥ
ΧΑΡΩΝ
Ἀπόδος, ὦ κατάρατε, τὰ πορθμεῖα.
ΜΕΝΙΠΠΟΣ
Βόα, εἰ τοῦτό σοι, ὦ Χάρων, ἥδιον.
ΧΑΡΩΝ
Ἀπόδος, φημί, ἀνθ' ὧν σε διεπορθμεύσαμεν.
ΜΕΝΙΠΠΟΣ
Οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.
ΧΑΡΩΝ
Ἔστι δέ τις ὀβολὸν μὴ ἔχων; 5
ΜΕΝΙΠΠΟΣ
Εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δ’ οὐκ ἔχω.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi