Thesauros Edebiyat satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

5–1

ΔΙΟΓΕΝΗΣ
Ὧδέ πως· εἰ γὰρ ὁ μέν τις ἐν οὐρανῷ, ὁ δὲ παρ' ἡμῖν σὺ τὸ εἴδωλον, τὸ δὲ σῶμα ἐν Οἴτῃ ἐν Οἴτῃ γ: ἐλύθη β. κόνις ἤδη γενόμενον, τρία ταῦτα ἤδη γεγένηται· καὶ σκόπει ὅντινα τὸν τρίτον πατέρα ἐπινοήσεις τῷσώματι.
ΗΡΑΚΛΗΣ
Θρασὺς εἶ καὶ σοφιστής· τίς δαὶ καὶ ὢν τυγ χάνεις;
ΔΙΟΓΕΝΗΣ
Διογένους τοῦ Σινωπέως εἴδωλον, αὐτὸς δὲ οὐ μὰ Δία “μετ' ἀθανάτοισι θεοῖσιν,” ἀλλὰ τοῖς βελτίστοις τῶν νεκρῶν σύνεστιν τῶν νεκρῶν σύνεστιν γ: νεκρῶν ἀνδρῶν συνὼν β. Ὁμήρου καὶ τῆς τοιαύτης τοσαύτης β. ψυχρολογίας καταγελῶν. 5
 
ΦΙΛΙΠΠΟΥ ΚΑΙ ΑΛΕΞΑΝΔΡΟΥ
ΦΙΛΙΠΠΟΣ
Νῦν μέν, ὦ Ἀλέξανδρε, οὐκ ἂν ἔξαρνος γένοιο μὴ οὐκ ἐμὸς υἱὸς εἶναι·οὐ γὰρ ἂν τεθνήκεις Ἄμμωνός γε ὤν.
ΑΛΕΞΑΝΔΡΟΣ
Οὐδ’ αὐτὸς ἠγνόουν, ὦ πάτερ, ὡς Φιλίππου τοῦ Ἀμύντου υἱός εἰμι, ἀλλ’ ἐδεξάμην τὸ μάντευμα, χρήσιμον εἰς τὰ πράγματα εἶναι οἰόμενος.
ΦΙΛΙΠΠΟΣ
Πῶς λέγεις; χρήσιμον ἐδόκει σοι τὸ παρέχειν σεαυτὸν ἐξαπατηθησόμενον ὑπὸ τῶν προφητῶν;
ΑΛΕΞΑΝΔΡΟΣ
Οὐ τοῦτο, ἀλλ’ οἱ βάρβαροι κατεπλάγησάν με καὶ οὐδεὶς ἔτι ἀνθίστατο οἰόμενοι θεῷ μάχεσθαι, ὥστε ῥᾷον ἐκράτουν αὐτῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi