Thesauros Edebiyat satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

1–2

ΜΕΝΙΠΠΟΣ
Ὦ Τειρεσία, εἰ μὲν καὶ τυφλὸς εἶ, οὐκέτι διαγνῶναι ῥᾴδιον. ἅπασι γὰρ ἡμῖν ὁμοῖα τὰ ὄμματα, κενά, μόνον δὲ αἱ κενά, μόνον δὲ αἱ β: κεναὶ μόναι γ: fortasse κεναὶ μοναί αἱ legendum est. χῶραι αὐτῶν· τὰ δ’ ἄλλα οὐκέτ' ἂν εἰπεῖν ἔχοις, τίς ὁ Φινεὺς ἦν ἢ τίς ὁ Λυγκεύς. ὅτι μέντοι μάντις ἦσθα καὶ ὅτι ἀμφότερα ἐγένου μόνος καὶ ἄρρην καὶ ἄρρην γ: ἀνὴρ β. καὶ γυνή, τῶν ποιητῶν ἀκούσας οἶδα. πρὸς τῶν θεῶν τοιγαροῦν εἰπέ μοι, ὁποτέρου ἡδίονος ἐπειράθης τῶν βίων, ὁπότε ἀνὴρ ἦσθα, ἢ ὁ γυναικεῖος ἀμείνων ἦν;
ΤΕΙΡΕΣΙΑΣ
Παρὰ πολύ, ὦ Μένιππε, ὁ γυναικεῖος· ἀπραγμονέστερος γάρ. καὶ δεσπόζουσι τῶν ἀνδρῶν αἱ γυναῖκες, καὶ οὔτε πολεμεῖν ἀνάγκη αὐταῖς οὔτε παρ' ἔπαλξιν ἑστάναι οὔτ' ἐν ἐκκλησίᾳ διαφέρεσθαι οὔτ' ἐν δικαστηρίοις ἐξετάζεσθαι.
ΜΕΝΙΠΠΟΣ
Οὐ γὰρ ἀκήκοας, ὦ Τειρεσία, τῆς Εὐριπίδου Μηδείας, οἷα εἶπεν οἰκτείρουσα τὸ γυναικεῖον, ὡς ἀθλίας οὔσας καὶ ἀφόρητόν τινα τὸν ἐκ τῶν ὠδίνων πόνον ὑφισταμένας; ἀτὰρ εἰπέ μοι,— ὑπέμνησε γάρ με τὰ τῆς Μηδείας ἰαμβεῖα—καὶ ἔτεκές ποτε, ὁπότε γυνὴ ἦσθα, ἢ στεῖρα καὶ ἄγονος διετέλεσας ἐν ἐκείνῳ τῷ βίῳ;
ΤΕΙΡΕΣΙΑΣ
Τί τοῦτο, Μένιππε, ἐρωτᾷς;
ΜΕΝΙΠΠΟΣ
Οὐδὲν χαλεπόν, ὦ Τειρεσία· πλὴν ἀπόκριναι, εἴ σοι ῥᾴδιον.
ΤΕΙΡΕΣΙΑΣ
Οὐ στεῖρα μὲν ἤμην, οὐκ ἔτεκον δ’ ὅλως.
ΜΕΝΙΠΠΟΣ
Ἱκανὸν τοῦτο· εἰ γὰρ καὶ μήτραν εἶχες, ἐβουλόμην εἰδέναι. 5
ΤΕΙΡΕΣΙΑΣ
Εἶχον δηλαδή.
ΜΕΝΙΠΠΟΣ
Χρόνῳ δέ σοι ἡ μήτρα ἠφανίσθη καὶ τὸ χωρίον χωρίον γ: μόριον β. τὸ γυναικεῖον ἀπεφράγη καὶ οἱ μαστοὶ ἀπεστάθησαν καὶ τὸ ἀνδρεῖον ἀνέφυ ἀνεφύη γ. καὶ πώγωνα ἐξήνεγκας, ἢ αὐτίκα ἐκ γυναικὸς ἀνὴρ ἀνεφάνης;
ΤΕΙΡΕΣΙΑΣ
Οὐχ ὁρῶ τί σοι βούλεται τὸ ἐρώτημα· δοκεῖς δ’ οὖν μοι ἀπιστεῖν, εἰ τοῦθ' οὕτως ἐγένετο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi