Thesauros Edebiyat satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

1

ΤΑΝΤΑΛΟΣ
Τοῦτ' αὐτὸ ἡ κόλασίς ἐστι, τὸ διψῆν τὴν ψυχὴν ὡς σῶμα οὖσαν.
ΜΕΝΙΠΠΟΣ
Αλλὰ τοῦτο μὲν οὕτως πιστεύσομεν, ἐπεὶ φῂς κολάζεσθαι τῷ δίψει. τί δ’ οὖν σοι τὸ δεινὸν ἔσται; ἢ δέδιας μὴ ἐνδείᾳ τοῦ ποτοῦ ἀποθάνῃς; οὐχ ὁρῶ γὰρ ἄλλον ᾅδην μετὰ τοῦτον ἢ θάνατον ἐντεῦθεν εἰς ἐντεῦθεν εἰς edd.: ἐντεῦθεν ἢ β: ἐνταῦθα εἰς Γ: ἐνταῦθά που εἰς Ω. ἕτερον τόπον.
ΤΑΝΤΑΛΟΣ
Ὀρθῶς μὲν λέγεις· καὶ τοῦτο δ’ οὖν μέρος τῆς καταδίκης, τὸ ἐπιθυμεῖν πιεῖν μηδὲν δεόμενον.
ΜΕΝΙΠΠΟΣ
Ληρεῖς, ὦ Τάνταλε, καὶ ὡς ἀληθῶς ποτοῦ δεῖσθαι δοκεῖς, ἀκράτου γε ἐλλεβόρου νὴ Δία, ὅστις τοὐναντίον τοῖς ὑπὸ τῶν λυττώντων κυνῶν δεδηγμένοις πέπονθας οὐ τὸ ὕδωρ ἀλλὰ τὴν δίψαν πεφοβημένος.
ΤΑΝΤΑΛΟΣ
Οὐδὲ τὸν ἐλλέβορον, ὦ Μένιππε, ἀναίνομαι πιεῖν, γένοιτό μοι μόνον.
ΜΕΝΙΠΠΟΣ
Θάρρει, ὦ Τάνταλε, ὡς οὔτε σὺ οὔτε συ om. γ. οὔτε ἄλλος πίεται τῶν νεκρῶν· ἀδύνατον γάρ· καίτοι οὐ πάντες ὥσπερ σὺ ἐκ καταδίκης διψῶσι τοῦ ὕδατος αὐτοὺς οὐχ ὑπομένοντος. 5
 
ΜΕΝΙΠΠΟΥ ΚΑΙ ΧΕΙΡΩΝΟΣ
 
Ἤκουσα, ὦ Χείρων, ὡς θεὸς ὢν ἐπεθύμησας ἀποθανεῖν.
ΧΕΙΡΩΝ
Ἀληθῆ ταῦτα ἤκουσας, ὦ Μένιππε, καὶ τέθνηκα, ὡς ὁρᾷς, ἀθάνατος εἶναι δυνάμενος.
ΜΕΝΙΠΠΟΣ
Τίς δαί σε ἔρως τοῦ θανάτου ἔσχεν, ἀνεράστου τοῖς πολλοῖς χρήματος;
ΧΕΙΡΩΝ
Ἐρῶ πρὸς σὲ οὐκ ἀσύνετον ὄντα. οὐκ ἦν ἔτι ἡδὺ ἀπολαύειν οὐκ ἦν ἔτι ἡδὺ ἀπολαύειν β: οὐδέν τι ἡδὺ ἀπέλαυον γ. τῆς ἀθανασίας.
ΜΕΝΙΠΠΟΣ
Οὐχ ἡδὺ ἦν ζῶντα ὁρᾶν τὸ φῶς; 5

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi