Thesauros Edebiyat satire Πλοῖον ἢ Εὐχαί

Πλοῖον ἢ Εὐχαί

Πλοῖον ἢ Εὐχαί Lucian of Samosata

40–41

Λυκῖνος
καὶ γὰρ οὖν καὶ τόδε πῶς οὐ ταπεινόν, ὅτι καὶ νοσεῖς τὰ ὅμοια τοῖς ἰδιώταις καὶ ὁ πυρετος οὐ διαγινώσκει σε βασιλέα ὄντα οὐδʼ ὁ θάνατος δέδιε τοὺς δορυφόρους, ἀλλʼ ἐπιστάς, ὁπόταν αὐτῷ δοκῇ, ἄγει οἰμώζοντα οὐκ αἰδούμενος τὸ διάδημα; σὺ δὲ ὁ οὕτως ὑψηλὸς καταπεσὼν ἀνάσπαστος ἐκ τοῦ βασιλείου θρόνου τὴν αὐτὴν ὁδὸν ἄπει τοῖς πολλοῖς, ἰσότιμος ἐλαυνόμενος ἐν τῇ ἀγέλῃ τῶν νεκρῶν, χῶμα ὑψηλὸν ὑπὲρ γῆς καὶ στήλην μακρὰν ἢ πυραμίδα εὔγραμμον τὰς γωνίας ἀπολιπών, ἐκπρόθεσμα καὶ ἀνεπαίσθητα φιλοτιμήματα· εἰκόνες δὲ ἐκεῖναι καὶ νεῴ, οὓς ἀνιστᾶσιν αἱ πόλεις θεραπεύουσαι, καὶ τὸ μέγα ὄνομα πάντα κατʼ ὀλίγον ἀπορρεῖ καὶ ἄπεισιν ἀμελούμενα. ἢν δὲ καὶ ὅτι μάλιστα ἐπὶ πλεῖστον παραμείνῃ, τίς ἔτι ἀπόλαυσις ἀναισθήτῳ αὐτῷ γενομένῳ; ὁρᾷς οἷα μὲν ἔτι ζῶν ἕξεις πράγματα δεδιὼς καὶ φροντίζων καὶ κάμνων, οἷα δὲ καὶ μετὰ τὴν ἀπαλλαγὴν ἔσται;
 
ἀλλʼ ἤδη σὸν αἰτεῖν, ὦ Τιμόλαε, καὶ ὅπως ὑπερβάλῃ τούτους, ὥσπερ εἰκὸς ἄνδρα συνετὸν καὶ πράγμασι χρῆσθαι εἰδότα.
Τιμόλαος
σκόπει γοῦν, ὦ Λυκῖνε, εἴ τι ἐπιλήψιμον εὔξομαι καὶ ὅ τι ἂν εὐθῦναί τις δυνηθείη. χρυσὸν μὲν οὖν καὶ θησαυροὺς καὶ μεδίμνους νομίσματος ἢ βασιλείας καὶ πολέμους καὶ δείματα ὑπὲρ τῆς ἀρχῆς, ἃ εἰκότως διέβαλες, οὐκ αἰτήσομαι· ἀβέβαια γὰρ ταῦτά γε καὶ πολλὰς τὰς ἐπιβουλὰς ἔχοντα καὶ πλέον τοῦ ἡδέος τὸ ἀνιαρὸν ἐν αὐτοῖς ἦν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi