Thesauros Edebiyat satire Πλοῖον ἢ Εὐχαί

Πλοῖον ἢ Εὐχαί

Πλοῖον ἢ Εὐχαί Lucian of Samosata

28–29

ΣΑΜΙΠΠΟΣ
Ἐγὼ δὲ—ἠπειρώτης γάρ εἰμι, Αρκὰς ἐκ Μαντινείας, ὡς ἴστε—ναῦν μὲν οὐκ αἰτήσω μοι αἰτήσω μοι Courier: αἰτήσομαι MSS. γενέσθαι, ἥν γε τοῖς πολίταις ἐπιδείξασθαι ἀδύνατον, οὐδὲ μικρολογήσομαι πρὸς τοὺς θεοὺς θησαυρὸν αἰτῶν καὶ μεμετρημένον χρυσίον. ἀλλὰ δύνανται γὰρ πάντα οἱ θεοί, καὶ τὰ μέγιστα εἶναι δοκοῦντα, καὶ ὁ νόμος τῆς εὐχῆς ὃν Τιμόλαος ἔθηκε φήσας μηδὲν ὀκνεῖν αἰτεῖν, ὡς ἐκείνων πρὸς οὐδὲν ἀνανευόντων. αἰτῶ δὴ βασιλεὺς γενέσθαι οὐχ οἷος Ἀλέξανδρος ὁ Φιλίππου ἢ Πτολεμαῖος ἢ Μιθριδάτης ἢ εἴ τις ἄλλος ἐκδεξάμενος τὴν βασιλείαν παρὰ πατρὸς ἦρξεν, ἀλλά μοι τὸ πρῶτον ἀπὸ λῃστείας ἀρξαμένῳ ἑταῖροι καὶ συνωμόται ὅσον τριάκοντα, πιστοὶ μάλα καὶ πρόθυμοι, γενέσθωσαν, εἶτα κατ' ὀλίγον τριακόσιοι προσιόντες ἡμῖν ἄλλος ἐπ' ἄλλῳ, εἶτα χίλιοι καὶ μετ' οὐ πολὺ μύριοι, καὶ τὸ πᾶν εἰς πέντε μυριάδας ὁπλιτικόν, ἱππεῖς δὲ ἀμφὶ τοὺς πεντακισχιλίους.
 
ἐγὼ δὲ χειροτονητὸς ὑφ' ἁπάντων προκριθεὶς ἄρχων, ἄριστος εἶναι δόξας ἀνθρώπων ἡγεῖσθαι καὶ πράγμασι χρῆσθαι. ὡς τοῦτό γε αὐτὸ ἡδύ, μείζω ἡδύ, μείζω Sommerbrodt: ἤδη μείζον MSS. εἶναι τῶν ἄλλων βασιλέων ἅτε ἀρετῇ προχειρισθέντα ὑπὸ τῆς στρατιᾶς ἄρχειν, οὐ κληρονόμον γενόμενον ἄλλου πονήσαντος ἐς τὴν βασιλείαν· ἐπεὶ τῷ Ἀδειμάντου θησαυρῷ παραπλήσιον τὸ τοιοῦτο, καὶ τὸ πρᾶγμα οὐχ ὅμοιον ἡδύ, ὥσπερ ὅταν ἴδῃ τις αὐτὸς δι’ αὑτοῦ αὑτοῦ Reitz: αὐτοῦ MSS. κτησάμενος τὴν δυναστείαν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi