18–20
Ἀδείμαντος
τὸν παῖδα φής, ὦ Σάμιππε, τὸν κομήτην. κἀκεῖνος οὖν ἔστω ἐμός. ὁπόσος δὲ ὁ πυρὸς ἔνδον ἐστίν, οὗτος ὁ ἀριθμὸς ἅπας χρυσίον ἐπίσημον γενέσθω, τοσοῦτοι δαρεικοί.
Λυκῖνος
τί τοῦτο, ὦ Ἀδείμαντε; καταδύσεταί σοι τὸ πλοῖον, οὐ γὰρ ἴσον βάρος πυροῦ καὶ ἰσαρίθμου χρυσοῦ.
Ἀδείμαντος
μὴ φθόνει, ὦ Λυκῖνε, ἀλλʼ ἐπειδὰν εἰς σὲ παρέλθῃ ἡ εὐχή, τὴν Πάρνηθα ἐκείνην, εἰ θέλεις, ὅλην χρυσῆν ποιήσας ἔχε, κἀγὼ σιωπήσομαί σοι.
Λυκῖνος
ἀλλʼ ὑπὲρ ἀσφαλείας τοῦτο ἔγωγε τῆς σῆς ἐποιησάμην, ὡς μὴ ἀπολέσθαι ἅπαντας μετὰ τοῦ χρυσίου· καὶ τὰ μὲν ἡμέτερα μέτρια, τὸ μειράκιον δὲ τὸ ὡραῖον ἀποπνιγήσεται ἄθλιον νεῖν οὐκ ἐπιστάμενον.
Τιμόλαος
θάρρει, ὦ Λυκῖνε· οἱ δελφῖνες γὰρ αὐτὸ ὑποδύντες ἐξοίσουσιν ἐπὶ τὴν γῆν. ἢ νομίζεις κιθαρῳδὸν μέν τινα σωθῆναι παρʼ αὐτῶν καὶ ἀπολαβεῖν τὸν μισθὸν ἀντὶ τῆς ᾠδῆς καὶ νεκρόν τι ἄλλο παιδίον ἐς τὸν Ἰσθμὸν ἐπὶ δελφῖνος ὁμοίως προκομισθῆναι, τὸν δὲ Ἀδειμάντου οἰκέτην τὸν νεώνητοι ἀπορήσειν δελφῖνος ἐρωτικοῦ;
Ἀδείμαντος
καὶ σὺ γάρ, Τιμόλαε, μιμῇ Λυκῖνον καὶ ἐπιμετρεῖς τῶν σκωμμάτων, καὶ ταῦτα εἰσηγητὴς αὐτὸς γενόμενος;
5
Τιμόλαος
ἄμεινον ἦν πιθανώτερον αὐτὸ ποιεῖν καί τινα θησαυρὸν ὑπὸ τῇ κλίνῃ ἀνευρεῖν, ὡς μὴ πράγματα ἔχοις ἐκ τοῦ πλοίου μετατιθεὶς χρυσίον ἐς τὸ ἄστυ.