12–13
ΕΡΜΟΤΙΜΟΣ
Ἐκράτησε δὲ πότερος, ὦ Λυκῖνε, ὁ διδάσκαλος ἢ ὁ Εὐθύδημος; εἴ τι καὶ τοιοῦτον ἔλεγεν ὁ Μίδας.
ΛΥΚΙΝΟΣ
Τὰ μὲν πρῶτά φασιν, ὦ Ἑρμότιμε, ἀγχώμαλα σφίσι γενέσθαι, τὸ δ’ οὖν τέλος τῆς νίκης καθ' ὑμᾶς ἐγένετο καὶ παρὰ πολὺ ὁ πρεσβύτης ὑπερέσχε. τὸν γοῦν Εὐθύδημον οὐδὲ ἀναιμωτί φασιν ἀπελθεῖν, ἀλλὰ τραῦμα παμμέγεθες ἔχοντα ἐν τῇ κεφαλῇ. ἐπεὶ γὰρ ἀλαζὼν ἦν καὶ ἐλεγκτικὸς καὶ πείθεσθαι οὐκ ἤθελεν οὐδὲ παρεῖχε ῥᾴδιον αὑτὸν ἐλέγχεσθαι, ὁ διδάσκαλός σου ὁ βέλτιστος ὃν εἶχε σκύφον Νεστόρειόν τινα καταφέρει αὐτοῦ πλησίον κατακειμένου, καὶ οὕτως ἐκράτησεν.
ΕΡΜΟΤΙΜΟΣ
Εὖ γε. οὐ γὰρ ἄλλως ἐχρῆν πρὸς τοὺς μὴ ἐθέλοντας εἴκειν τοῖς κρείττοσιν.
ΛΥΚΙΝΟΣ
Ταυτὶ μέν, ὦ Ἑρμότιμε, πάνυ εὔλογα. ἢ τί γὰρ παθὼν Εὐθύδημος ἄνδρα γέροντα παρώξυνεν ἀόργητον καὶ θυμοῦ κρείττονα, σκύφον οὕτω βαρὺν ἐν τῇ χειρὶ ἔχοντα;
ἀλλὰ, σχολὴν γὰρ ἄγομεν, τί οὐ διηγῇ μοι ἑταίρῳ ὄντι ὃν τρόπον ὡρμήθης τὸ πρῶτον φιλοσοφεῖν, ὡς καὶ αὐτός, εἰ δυνατὸν ἔτι, συνοδοιποροίην ὑμῖν τὸ ἀπὸ τοῦδε ἀρξάμενος. οὐ γὰρ ἀποκλείσετέ με δηλαδὴ φίλοι ὄντες.
ΕΡΜΟΤΙΜΟΣ
Εἰ γὰρ ἐθελήσειας, ὦ Λυκῖνε· ὄψει ἐν βραχεῖ ὅσον διοίσεις τῶν ἄλλων. παῖδας εὖ ἴσθι οἰήσῃ ἅπαντας ὡς πρὸς σέ, τοσοῦτον ὑπερφρονήσεις αὐτός.
ΛΥΚΙΝΟΣ
Ἱκανόν, εἰ μετὰ εἴκοσιν ἔτη γενέσθαι οἷός τε εἴην γενέσθαι οἷός τε εἴην Mras: γενοίμην G C: γενέσθαι other MSS. τοιοῦτος οἷος σὺ νῦν.
ΕΡΜΟΤΙΜΟΣ
Ἀμέλει. καὶ αὐτὸς κατὰ σὲ γεγονὼς ἠρξάμην φιλοσοφεῖν τετταρακοντούτης σχεδόν—ὁπόσα οἶμαι σὺ νῦν γέγονας.