Thesauros Edebiyat satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata

57–59

 
Εἰ δὲ βούλει, καὶ ἄλλο τι ἀπραγμονέστερον ὑποθήσομαί σοι, ὡς μὴ ἱερεῖα καταθύῃς ταυτὶ καὶ θυσιάζῃς τῳ θυσιάζῃς τῳ Lehmann: θαυσιάζῃ τῷ N: θυσίας ζητῶν Γ. μηδὲ ἱερέα τινὰ τῶν μεγαλομίσθων παρακαλῇς, ἀλλὰ ἐς κάλπιν ἐμβαλὼν γραμμάτια ἔχοντα τῶν φιλοσόφων ἑκάστου τοὔνομα κέλευε παῖδα—τῶν ἀνήβων ἀμφιθαλῆ τινα—προσελθόντα πρὸς τὴν κάλπιν ἀνελέσθαι ὅ τι ἂν πρῶτον ὑπὸ τὴν χεῖρα ἔλθῃ τῶν γραμματίων, καὶ τὸ λοιπὸν κατὰ τὸν λαχόντα ἐκεῖνον ὅστις ἂν ᾖ φιλοσόφει.
ΕΡΜΟΤΙΜΟΣ
Ταυτὶ μέν, ὦ Λυκῖνε, βωμολοχικὰ καὶ οὐ κατά σε. σὺ δὲ εἰπέ μοι· ἤδη ποτὲ οἶνον ἐπρίω αὐτός;
ΛΥΚΙΝΟΣ
Καὶ μάλα πολλάκις.
ΕΡΜΟΤΙΜΟΣ
Ἆρ' οὖν περιῄεις ἅπαντας ἐν κύκλῳ τοὺς ἐν τῇ πόλει καπήλους ἀπογευόμενος καὶ παραβάλλων καὶ ἀντεξετάζων τοὺς οἴνους;
ΛΥΚΙΝΟΣ
Οὐδαμῶς.
ΕΡΜΟΤΙΜΟΣ
Χρὴ γὰρ οἶμαί σοι τῷ πρώτῳ χρηστῷ καὶ ἀξίῳ ἐντυχόντι ἀποφέρεσθαι. 5
ΛΥΚΙΝΟΣ
Νὴ Δία.
ΕΡΜΟΤΙΜΟΣ
Καὶ ἀπό γε τοῦ ὀλίγου ἐκείνου γεύματος εἶχες ἂν εἰπεῖν ὁποῖος ἅπας ὁ οἶνός ἐστιν;
ΛΥΚΙΝΟΣ
Εἶχον γάρ.
ΕΡΜΟΤΙΜΟΣ
Εἰ δὲ δὴ ἔλεγες προσελθὼν τοῖς καπήλοις, Ἐπειδὴ κοτύλην πρίασθαι βούλομαι, δότε μοι, ὦ οὗτοι, ἐκπιεῖν ὅλον ἕκαστος ὑμῶν τὸν πίθον, ὡς διὰ παντὸς ἐπεξελθὼν μάθοιμι ὅστις ἀμείνω τὸν οἶνον ἔχει καὶ ὅθεν μοι ὠνητέον. εἰ ταῦτα ἔλεγες, οὐκ ἂν οἴει καταγελάσαι σου αὐτούς, εἰ δὲ καὶ ἐπὶ πλέον ἐνοχλοίης τάχα ἂν καὶ προσχέαι τοῦ ὕδατος;
ΛΥΚΙΝΟΣ
Οἶμαι ἔγωγε καὶ δίκαιά γ' ἂν πάθοιμι. 10
ΕΡΜΟΤΙΜΟΣ
Κατὰ ταὐτὰ δὴ καὶ ἐν φιλοσοφίᾳ. τί δεῖ ἐκπιεῖν τὸν πίθον δυναμένους γε ἀπ' ὀλίγου τοῦ γεύματος εἰδέναι ὁποῖον τὸ πᾶν ἔστιν;
ΛΥΚΙΝΟΣ
Ὡς ὀλισθηρὸς εἶ, ὦ Ἑρμότιμε, καὶ διαδιδράσκεις ἐκ τῶν χειρῶν. πλὴν ἀλλὰ ὤνησάς γε· οἰόμενος γὰρ ἐκπεφευγέναι ἐς τὸν αὐτὸν κύρτον ἐμπέπτωκας.
ΕΡΜΟΤΙΜΟΣ
Πῶς τοῦτο ἔφης;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi