41–42
Λυκῖνος
Ἔχʼ ἀτρέμας· τούτου γὰρ ἐδεόμην μάλιστα. οὐκοῦν ἐννέα ὄντες ἀνεσπάκασιν ἅπαντες καὶ ἔχουσι τοὺς κλήρους. περιιὼν δὴ — βούλομαι γάρ σε Ἑλλανοδίκην ἀντὶ θεατοῦ ποιῆσαι — ἐπισκοπεῖς τὰ γράμματα, καὶ οὐ πρότερον, οἶμαι, μάθοις ἂν ὅστις ὁ ἔφεδρός ἐστιν, ἢν μὴ ἐπὶ πάντας ἔλθῃς καὶ συζεύξῃς αὐτούς.
Ἑρμότιμος
πῶς, ὦ Λυκῖνε, τοῦτο φής;
Λυκῖνος
ἀδύνατόν ἐστιν εὐθὺς εὑρεῖν τὸ γράμμα ἐκεῖνο τὸ δηλοῦν τὸν ἔφεδρον, ἢ τὸ μὲν γράμμα ἴσως ἂν εὕροις, οὐ μὴν εἴσῃ γε εἰ ἐκεῖνός ἐστιν· οὐ γὰρ προείρηται ὅτι τὸ Κ ἢ τὸ Μ ἢ τὸ Ι ἐστὶ τὸ χειροτονοῦν τὸν ἔφεδρον· ἀλλʼ ἐπειδὰν τῷ Α ἐντύχῃς, ζητεῖς τὸν τὸ ἕτερον Α ἔχοντα καὶ εὑρὼν ἐκείνους μὲν ἤδη συνέζευξας, ἐντυχὼν δὲ αὖθις τῷ βῆτα το ἕτερον βῆτα ὅπου ἐστὶ ζητεῖς, τὸ ἀντίπαλον τῷ εὑρεθέντι, καὶ ἐπὶ πάντων ὁμοίως, ἄχρι ἂν ἐκεῖνός σοι περιλειφθῇ ὁ τὸ μόνον γράμμα ἔχων τὸ ἀνανταγώνιστον.
Ἑρμότιμος
τί δʼ εἰ ἐκείνῳ πρώτῳ ἢ δευτέρῳ ἐντύχοις. τί ποιήσεις;
Λυκῖνος
οὐ μὲν οὖν, ἀλλὰ σὺ ὁ Ἑλλανοδίκης ἐθέλω εἰδέναι ὅ τι καὶ πράξεις, πότερον αὐτίκα ἐρεῖς ὅτι οὗτός ἐστιν ὁ ἔφεδρος, ἢ δεήσει ἐπὶ πάντας ἐν κύκλῳ ἐλθόντα ἰδεῖν εἴ που αὐτῷ γράμμα ὅμοιόν ἐστιν; ὡς εἴ γε μὴ τοὺς πάντων κλήρους ἴδοις, οὐκ ἂν μάθοις τὸν ἔφεδρον.
Ἑρμότιμος
καὶ μήν, ὦ Λυκῖνε, ῥᾳδίως ἂν μάθοιμι· ἐπὶ γοῦν τῶν ἐννέα ἢν τὸ Ε εὕρω πρῶτον ἢ δεύτερον, οἶδα ὅτι ἔφεδρος ὁ τοῦτο ἔχων ἐστί.