Thesauros Edebiyat satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata

37–38

ΛΥΚΙΝΟΣ
Πρόδηλον γάρ.
ΕΡΜΟΤΙΜΟΣ
Καὶ εἴ γε μὴ εὕροιμεν ἐν τῷ τοῦ προτέρου κόλπῳ ὁ ἕτερος πάντως ἔχει, καὶ οὐδὲν ἐρεύνης οὐδὲ οὕτως δεῖ.
ΛΥΚΙΝΟΣ
Ἔχει γάρ. 10
ΕΡΜΟΤΙΜΟΣ
Καὶ ἡμεῖς τοίνυν εἰ εὕροιμεν ἤδη παρὰ τοῖς Στωϊκοῖς τὴν φιάλην, οὐκέτι ἐρευνᾶν τοὺς ἄλλους ἀξιώσομεν ἔχοντες ὃ πάλαι ἐζητοῦμεν. ἢ τίνος γὰρ ἂν ἕνεκα ἔτι κάμνοιμεν;
ΛΥΚΙΝΟΣ
Οὐδενός, εἴ γε εὕροιτε καὶ εὑρόντες ἔχοιτε εἰδέναι ὡς ἐκεῖνο ἦν τὸ ἀπολωλός, ἢ ὅλως γνώριμον ὑμῖν εἴη τὸ ἀνάθημα. νῦν δέ, ὦ ἑταῖρε, πρῶτον μὲν οὐ δύο εἰσὶν οἱ παρελθόντες ἐς τὸν νεών, ὡς ἀναγκαῖον εἶναι τὸν ἕτερον αὐτοῖν τὰ φώρια ἔχειν, ἀλλὰ μάλα πολλοί τινες, εἶτα καὶ τὸ ἀπολόμενον αὐτὸ ἄδηλον ὅ τι ποτέ ἐστιν, εἴτε φιάλη τις ἢ σκύφος ἢ στέφανος. ὅσοι γοῦν ἱερεῖς, ἄλλος ἄλλο εἶναι λέγουσιν καὶ οὐδὲ περὶ τῆς ὕλης αὐτῆς ὁμολογοῦσιν, ἀλλ’ οἱ μὲν χαλκοῦ, οἱ δὲ ἀργύρου, οἱ δὲ χρυσοῦ, οἱ δὲ κασσιτέρου εἶναι αὐτὸ φάσκουσιν. ἀνάγκη τοίνυν ἅπαντας ἀποδῦσαι τοὺς εἰσελθόντας, εἰ βούλει εὑρεῖν τὸ ἀπολωλός. καὶ γὰρ ἂν παρὰ τῷ πρώτῳ εὐθὺς εὕρῃς φιάλην χρυσῆν, ἔτι καὶ τοὺς ἄλλους σοι ἀποδυτέον.
ΕΡΜΟΤΙΜΟΣ
Διὰ τί, ὦ Λυκῖνε;
ΛΥΚΙΝΟΣ
Ὅτι ἄδηλον εἰ φιάλη τὸ ἀπολόμενον ἦν. εἰ δὲ καὶ τοῦτο ὑπὸ πάντων ὁμολογηθείη, ἀλλ’ οὔτι γε χρυσῆν ἅπαντές φασιν εἶναι τὴν φιάλην. εἰ δὲ καὶ μάλιστα γνώριμον γένοιτο ὡς φιάλη ἀπόλοιτο χρυσῆ, καὶ σὺ παρὰ τῷ πρώτῳ εὕροις φιάλην χρυσῆν, οὐδὲ οὕτω παύσῃ διερευνώμενος τοὺς ἄλλους· οὐ γὰρ δῆλόν που εἰ αὐτὴ ἦν ἡ τοῦ θεοῦ. ἢ οὐκ οἴει πολλὰς φιάλας εἶναι χρυσᾶς;
ΕΡΜΟΤΙΜΟΣ
Ἔγωγε.
ΛΥΚΙΝΟΣ
Δεήσει δὴ ἐπὶ πάντας ἰέναι ἐρευνῶντα καὶ τὰ παρ' ἑκάστῳ εὑρεθέντα πάντα εἰς μέσον καταθέντα εἰκάζειν ὅ τι ποτὲ αὐτῶν πρέποι ἂν θεῖον κτῆμα οἴεσθαι. 5

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi