Thesauros Edebiyat satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata

15–16

ΛΥΚΙΝΟΣ
Καὶ μὴν οὐ πάνυ ἀγκύλον ἠρόμην. πολλῶν γὰρ ὄντων φιλοσόφων, οἷον Πλάτωνος καὶ Ἀριστοτέλους καὶ Ἀντισθένους καὶ τῶν ὑμετέρων προγόνων, τοῦ Χρυσίππου καὶ Ζήνωνος καὶ τῶν ἄλλων ὅσοι εἰσιν, τῷ σὺ πιστεύσας τοὺς μὲν ἄλλους εἴας, ἐξ ἁπάντων δὲ προελόμενος ἅπερ προῄρησαι, ἀξιοῖς κατὰ ταῦτα φιλοσοφεῖν; ἆρα καὶ σὲ ὥσπερ τὸν Χαιρεφῶντα ὁ Πύθιος ἐξέπεμψεν ἐπὶ τὰ Στωϊκῶν ἀρίστους ἐξ ἁπάντων προσειπών; ἔθος γὰρ αὐτῷ ἄλλον ἐπ' ἄλλο εἶδος φιλοσοφίας προτρέπειν τὴν ἁρμόττουσαν οἶμαι ἑκάστῳ εἰδότι.
ΕΡΜΟΤΙΜΟΣ
Ἀλλ' οὐδὲν τοιοῦτον, ὦ Λυκῖνε, οὐδὲ ἠρόμην περί γε τούτων τὸν θεόν.
ΛΥΚΙΝΟΣ
Πότερον οὐκ ἄξιον θείας συμβουλίας ἡγούμενος αὐτὸ ἢ ἱκανὸς ᾤου αὐτὸς εἶναι ἑλέσθαι τὸ βέλτιον κατὰ σαυτὸν ἄνευ τοῦ θεοῦ; 5
ΕΡΜΟΤΙΜΟΣ
Ὤιμην γάρ.
ΛΥΚΙΝΟΣ
Οὐκοῦν καὶ ἡμᾶς διδάσκοις ἂν τοῦτο πρῶτον, ὅπως διαγνωστέον ἡμῖν εὐθὺς ἐν ἀρχῇ, τίς ἡ ἀρίστη φιλοσοφία ἐστὶ καὶ ἡ ἀληθεύουσα καὶ ἣν ἄν τις ἕλοιτο παρεὶς τὰς ἄλλας.
ΕΡΜΟΤΙΜΟΣ
Ἐγώ σοι φράσω. ἑώρων τοὺς πλείστους ἐπ' αὐτὴν ὁρμῶντας ὥστε εἴκαζον ἀμείνω εἶναι αὐτήν.
ΛΥΚΙΝΟΣ
Πόσῳ τινὶ πλείους τῶν Ἐπικουρείων ἢ Πλατωνικῶν ἢ Περιπατητικῶν; ἠρίθμησας γὰρ αὐτοὺς δηλαδὴ καθάπερ ἐν ταῖς χειροτονίαις.
ΕΡΜΟΤΙΜΟΣ
Ἀλλ' οὐκ ἠρίθμησα ἔγωγε, εἴκαζον δέ.
ΛΥΚΙΝΟΣ
Ὡς οὐκ ἐθέλεις διδάξαι με ἀλλ’ ἐξαπατᾷς, ὂς περὶ τῶν τοιούτων εἰκασμῷ φὴς καὶ πλήθει κρῖναι ἀποκρυπτόμενος λέγειν πρός με τἀληθές. 5

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi