Thesauros Edebiyat satire Ἀπολογία

Ἀπολογία

Ἀπολογία Lucian of Samosata
6 καὶ σὺ τοίνυν, φαῖεν ἄν, οὐχ ὑποκριτής, ἀλλὰ ποιητὴς τῶν καλλίστων καὶ νομοθέτης γενόμενος ὑπὸ ταυτησὶ τῆς ἰσχάδος παραφανείσης ἠλέγχθης πίθηκος ὢν καὶ ἀπʼ ἄκρου χείλους φιλοσοφῶν καὶ ἕτερα μὲν κεύθων ἐνὶ φρεσίν, ἄλλα δὲ λέγων, ὡς εἰκότως ἄν τινα ἐπὶ σοῦ εἰπεῖν ὅτι ἃ λέγεις καὶ ἐφʼ οἷς ἐπαινεῖσθαι ἀξιοῖς, χείλεα μέν σου ἐδίηνεν, ὑπερῴην δὲ αὐχμῶσαν καταλέλοιπε. τοιγαροῦν παρὰ πόδας εὐθὺς ἔτισας δίκην, προπετῶς μὲν θρασυνάμενος πρὸς τὰς ἀνθρώπων χρείας, μετὰ μικρὸν δὲ μονονουχὶ ὑπὸ κήρυξιν ἐξομοσάμενος τὴν ἐλευθερίαν. καὶ ἐῴκει ἡ Ἀδράστεια τότε κατόπιν ἐφεστῶσά σοι εὐδοκιμοῦντι ἐφʼ οἷς κατηγόρεις τῶν ἄλλων, καταγελᾶν ὡς ἂν θεὸς εἰδυῖα τὴν μέλλουσάν σοι ἐς τὰ ὅμοια μεταβολὴν καὶ ὅτι οὐκ εἰς τὸν κόλπον πτύσας πρότερον ἠξίους κατηγορεῖν τῶν διὰ ποικίλας τινὰς τύχας τοιαῦτα πράττειν ὑπομενόντων.
7 εἰ γοῦν ὑποθεῖτό τις τῷ λόγῳ τὸν Αἰσχίνην μετὰ τὴν κατὰ τοῦ Τιμάρχου κατηγορίαν αὐτὸν ἁλῶναι καὶ φωραθῆναι τὰ ὅμοια πάσχοντα, πόσον ἂν οἴει παρὰ τῶν ὁρώντων γενέσθαι τὸν γέλωτα, εἰ Τίμαρχον μὲν ηὔθυνεν ἐπὶ τοῖς καθʼ ὥραν ἡμαρτημένοις, αὐτὸς δὲ γέρων ἤδη τοιαῦτα εἰς ἑαυτὸν παρενόμει; τὸ δʼ ὅλον ἐκείνῳ τῷ φαρμακοπώλῃ ἔοικας, ὃς ἀποκηρύττων βηχὸς φάρμακον καὶ αὐτίκα παύσειν τοὺς πάσχοντας ὑπισχνούμενος αὐτὸς μεταξὺ σπώμενος ὑπὸ βηχὸς ἐφαίνετο.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi