4
Ἀλλ' ὁ θαυμαστὸς Πλάτων, ἀνὴρ ἀξιόπιστος νομοθέτης τῶν τοιούτων, τὸ μὲν χαίρειν κελεύειν καὶ πάνυ ἀποδοκιμάζει ὡς μοχθηρὸν ὂν καὶ οὐδὲν σπουδαῖον ἐμφαῖνον, τὸ δ’ εὖ πράττειν ἀντ' αὐτοῦ εἰσάγει ὡς κοινὸν σώματός τε καὶ ψυχῆς εὖ διακειμένων σύμβολον, καὶ ἐπιστέλλων γε τῷ Διονυσίῳ αἰτιᾶται αὐτόν, ὅτι ποιῶν ἐς τὸν Ἀπόλλω χαίρειν τὸν θεὸν προσεῖπεν ὡς ἀνάξιον τοῦ Πυθίου καὶ οὐχ ὅπως θεοῖς, ἀλλ’ οὐδ’ ἀνθρώποις δεξιοῖς πρέπον.
5
Ὁ μέν γε θεσπέσιος Πυθαγόρας, εἰ καὶ μηδὲν αὐτὸς ἴδιον ἡμῖν καταλιπεῖν τῶν αὐτοῦ ἠξίωσεν, ὅσον Ὀκέλλῳ Ὀκέλλῳ two late MSS. and Aldinus: ὀκέλῳ Ω: ὀκέκλῳ other MSS. (ὁκέκλῳ Γ). τῷ Λευκανῷ καὶ Ἀρχύτᾳ καὶ τοῖς ἄλλοις ὁμιληταῖς αὐτοῦ τεκμαίρεσθαι, οὔτε τὸ χαίρειν οὔτε τὸ εὖ πράττειν προὔγραφεν, ἀλλ’ ἀπὸ τοῦ ὑγιαίνειν ἄρχεσθαι ἐκέλευεν. ἅπαντες γοῦν οἱ ἀπ' αὐτοῦ ἀλλήλοις ἐπιστέλλοντες ὁπότε σπουδαῖόν τι γράφοιεν ὑγιαίνειν εὐθὺς ἐν ἀρχῇ παρεκελεύοντο ὡς καὶ αὐτὸ ψυχῇ τε καὶ σώματι ἁρμοδιώτατον καὶ συνόλως ἅπαντα περιειληφὸς τἀνθρώπου ἀγαθά, καὶ τό γε τριπλοῦν αὐτοῖς τρίγωνον τὸ δι’ ἀλλήλων τὸ πεντάγραμμον, ᾧ συμβόλῳ πρὸς τοὺς ὁμοδόξους ἐχρῶντο, ὑγίεια πρὸς αὐτῶν ὠνομάζετο, καὶ ὅλως ἡγοῦντο τῷ μὲν ὑγιαίνειν τὸ εὖ πράττειν καὶ τὸ χαίρειν τὸ εὖ . . . χαίρειν one late MS.: other MSS. om. εἶναι, οὔτε δὲ τῷ εὖ πράττειν οὔτε τῷ χαίρειν πάντως καὶ τὸ ὑγιαίνειν. εἰσὶ δὲ οἳ καὶ τὴν τετρακτύν, τὸν μέγιστον ὅρκον αὐτῶν, ἣ τὸν ἐντελῆ αὐτοῖς ἀριθμὸν ἀποτελεῖ, ἀποτελεῖ Marcilius: ἀποτελεῖν MSS. ἤδη ἤδη Marcilius: οἱ δὲ MSS. καὶ ὑγιείας ἀρχὴν ἐκάλεσαν. ὧν καὶ Φιλόλαός ἐστι.