Thesauros Edebiyat satire Ζεύξις ἢ Ἀντίοχος

Ζεύξις ἢ Ἀντίοχος

Ζεύξις ἢ Ἀντίοχος Lucian of Samosata
7 Ταῦτα δ’ οὖν ἐπιδειξάμενος ὁ Ζεῦξις αὐτὸς μὲν ᾤετο ἐκπλήξειν τοὺς ὁρῶντας ἐπὶ τῇ τέχνῃ, οἱ δὲ αὐτίκα μὲν ἐβόων—ἢ τί γὰρ ἂν ἐποίουν καλλίστῳ θεάματι ἐντυγχάνοντες; ἐπῄνουν δὲ μάλιστα πάντες ἅπερ κἀμὲ πρῴην ἐκεῖνοι, τῆς ἐπινοίας τὸ ξένον καὶ τὴν γνώμην τῆς γραφῆς ὡς νέαν καὶ τοῖς ἔμπροσθεν ἀγνῶτα οὖσαν. ἀγνῶτα οὖσαν Fritzsche: ἦττον ἔτι οὖσαν ΓΧΜ: ἠγνοημένην οὖσαν Ν. ὥστε ὁ Ζεῦξις συνεὶς ὅτι αὐτοὺς ἀσχολεῖ ἡ ὑπόθεσις καινὴ οὖσα καὶ ἀπάγει τῆς τέχνης, ὡς ἐν παρέργῳ τίθεσθαι τὴν ἀκρίβειαν τῶν πραγμάτων, Ἄγε δή, ἔφη, ὦ Μικίων, πρὸς τὸν μαθητήν, περίβαλε ἤδη τὴν εἰκόνα καὶ ἀράμενοι ἀποκομίζετε οἴκαδε. οὗτοι γὰρ ἡμῶν τὸν πηλὸν τῆς τέχνης ἐπαινοῦσι, τῶν δὲ αὖ φώτων τῶν δὲ αὖ φώτων Γ: τῶν δ’ ἐφ' ὅτῳ Ν. εἰ καλῶς ἔχει καὶ κατὰ τὴν τέχνην, οὐ πολὺν ποιοῦνται λόγον, ἀλλὰ παρευδοκιμεῖ τὴν ἀκρίβειαν τῶν ἔργων ἡ τῆς ὑποθέσεως καινοτομία.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi