9–10
ἀτὰρ εἰπέ μοι καὶ τόδε· τί δή ποτε ἁβρὸς οὕτω θεὸς ὢν καὶ γέρων ἐπιλεξάμενος τὸ ἀτερπέστατον, ὁπότε ἡ χιὼν ἐπέχει τὰ πάντα καὶ ὁ βορρᾶς πολὺς καὶ οὐδὲν ὅ τι οὐ πέπηγεν ὑπὸ τοῦ κρύους καὶ τὰ δένδρα ξηρὰ καὶ γυμνὰ καὶ ἄφυλλα καὶ οἱ λειμῶνες ἄμορφοι καὶ ἀπηνθηκότες καὶ οἱ ἄνθρωποι ἐπικεκυφότες ὥσπερ οἱ πάνυ γεγηρακότες, ἀμφὶ τὴν κάμινον οἱ πολλοί, τηνικαῦτα ἑορτάζεις; οὐ γὰρ πρεσβυτικός γε ὁ καιρὸς οὐδὲ ἐπιτήδειος τοῖς τρυφῶσι.
ΚΡΟΝΟΣ
Πολλά με ἀνακρίνεις, ὦ οὗτος, ἤδη πίνειν δέον. παρῄρησαι γοῦν μου χρόνον τῆς ἑορτῆς οὐκ ὀλίγον οὐ πάνυ ἀναγκαῖά μοι ταῦτα προσφιλοσοφῶν. ὥστε νῦν μὲν ἄφες αὐτά. εὐωχώμεθα δὲ ἤδη καὶ κροτῶμεν καὶ ἐπὶ τῇ ἐλευθερίᾳ ἤδη ζῶμεν, εἶτα πεττεύωμεν ἐς τὸ ἀρχαῖον ἐπὶ καρύων καὶ βασιλέας χειροτονῶμεν καὶ πειθαρχῶμεν αὐτοῖς. οὕτω γὰρ ἂν τὴν παροιμίαν ἐπαληθεύσαιμι, ἥ φησι παλίμπαιδας τοὺς γέροντας γίγνεσθαι.
ΙΕΡΕΥΣ
Ἀλλὰ μὴ δύναιτο διψῶν πιεῖν, ὦ Κρόνε, ὅτῳ μὴ ταῦτα ἃ λέγεις ἡδέα. ὥστε πίνωμεν. ἱκανὰ γὰρ ἀποκέκρισαι καὶ τὰ πρῶτα. καί μοι δοκῶ γραψάμενος εἰς βιβλίον ταύτην ἡμῶν τὴν συνουσίαν ἅ τε αὐτὸς ἠρώτησα καὶ σὺ πρὸς ταῦτα ἵλεως ἀπεκρίνω παρέξειν ἀναγνῶναι τῶν φίλων, ὅσοι γ’ ἐπακοῦσαι τῶν σῶν λόγων ἄξιοι.
Τάδε λέγει Κρονοσόλων ἱερεὺς καὶ προφήτης τοῦ Κρόνου καὶ νομοθέτης τῶν ἀμφὶ τὴν ἑορτήν.
Ἃ μὲν τοὺς πένητας χρὴ ποιεῖν, αὐτοῖς ἐκείνοις ἔπεμψα ἄλλο βιβλίον, ἐγγράψας, καὶ εὖ οἶδ’ ὅτι ἐμμενοῦσι κἀκεῖνοι τοῖς νόμοις, ἢ αὐτίκα ἔνοχοι ἔσονται τοῖς ἐπιτιμίοις, ἃ κατὰ τῶν ἀπειθούντων μεγάλα ὥρισται.