Thesauros Edebiyat satire Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον Lucian of Samosata

23

 
Ἤν ταῦτα ἐπανορθώσῃς καὶ μετακοσμήσῃς, ὦ Κρόνε, βίον μὲν τὸν βίον, ἑορτὴν δὲ τὴν ἑορτὴν ἔσῃ πεποιηκώς, εἰ δὲ μή, ἐκεῖνοι μὲν ἑορταζόντων, ἡμεῖς δὲ καθεδούμεθα εὐχόμενοι, ἐπειδὰν λουσάμενοι ἥκωσι, τὸν παῖδα μὲν αὐτοῖς ἀνατρέψαντα τὸν ἀμφορέα κατᾶξαι, τὸν μάγειρον δὲ τὸν ζωμὸν κνισῶσαι καὶ ἐπιλαθόμενον τὸ τάριχος μὲν ἐς τὴν φακῆν φακῆν one late MS.: κεφαλὴν other MSS. ἐμβαλεῖν· After ἐμβαλεῖν MSS. read τῶν ἰχθύων (Γ om. τῶν): del. Guyet. τὴν κύνα δὲ παρεισπεσοῦσαν τόν τε ἀλλᾶντα ὅλον καταφαγεῖν, περὶ τἆλλα τῶν ὀψοποιῶν ἐχόντων, καὶ τοῦ πλακοῦντος τὸ ἥμισυ· τὸν δὲ ὗν καὶ τὸν ἔλαφον καὶ τὰ δελφάκια μεταξὺ ὀπτώμενα τὸ ὅμοιον ποιεῖν, ὅπερ Ὅμηρος περὶ τῶν Ἡλίου βοῶν φησι—μᾶλλον δὲ μὴ ἕρπειν μόνον, ἀλλ’ ἀναπηδήσαντα φεύγειν εἰς τὸ ὄρος αὐτοῖς ὀβελοῖς· καὶ τὰς ὄρνεις δὲ τὰς παχείας, καίτοι ἀπτέρους ἤδη οὔσας καὶ ἐσκευασμένας, ἀναπταμένας οἴχεσθαι καὶ ταύτας, ὡς μὴ μόνοι ἀπολαύοιεν αὐτῶν.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi