7
συλλέγουσι δὲ ἄρα τὰ ᾠὰ καὶ ἐσπουδάκασι περὶ αὐτὰ οἱ περίοικοι, οὐχ ὡς φαγεῖν μόνον, ἀλλὰ καὶ σκεύεσι χρῶνται κενώσαντες καὶ ἐκπώματα ποιοῦνται ἀπʼ αὐτῶν· οὐ γὰρ ἔχουσι κεραμεύειν διὰ τὸ ψάμμον εἶναι τὴν γῆν. εἰ δὲ καὶ μεγάλα εὑρεθείη, καὶ πῖλοι γίγνονται δύο ἐκ τοῦ ᾠοῦ ἑκάστου· τὸ γὰρ ἡμίτομον ἑκάτερον ἀποχρῶν τῇ κεφαλῇ πῖλός ἐστιν.
8
ἐκεῖ τοίνυν λοχῶσιν αἱ διψάδες παρὰ τὰ ᾠά, καὶ ἐπειδὰν προσέλθῃ ὁ ἄνθρωπος, ἐκ τῆς ψάμμου ἐξερπύσασαι δάκνουσι τὸν κακοδαίμονα· ὁ δὲ πάσχει ἐκεῖνα τὰ μικρὸν ἔμπροσθεν εἰρημένα πίνων ἀεὶ καὶ μᾶλλον διψῶν καὶ πιμπλάμενος οὐδέποτε.