Thesauros Edebiyat satire Πῶς δεῖ Ἱστορίαν συγγράφειν

Πῶς δεῖ Ἱστορίαν συγγράφειν

Πῶς δεῖ Ἱστορίαν συγγράφειν Lucian of Samosata
6 Διττοῦ δὲ ὄντος τοῦ τῆς συμβουλῆς ἔργου, τὰ μὲν γὰρ αἱρεῖσθαι, τὰ δὲ φεύγειν διδάσκει, φέρε πρῶτα εἴπωμεν ἅτινα φευκτέον τῷ ἱστορίαν συγγράφοντι καὶ ὧν μάλιστα καθαρευτέον, ἔπειτα οἷς χρώμενος οὐκ ἂν ἁμάρτοι τῆς ὀρθῆς καὶ ἐπ' εὐθὺ ἀγούσης—ἀρχήν τε οἵαν αὐτῷ ἀρκτέον καὶ τάξιν ἥντινα τοῖς ἔργοις ἐφαρμοστέον καὶ μέτρον ἑκάστου καὶ ἃ σιωπητέον καὶ οἷς ἐνδιατριπτέον καὶ ὅσα παραδραμεῖν ἄμεινον καὶ ὅπως ἑρμηνεῦσαι αὐτὰ καὶ συναρμόσαι.
6 Ταῦτα μὲν καὶ τὰ τοιαῦτα ὕστερον. νῦν δὲ τὰς κακίας ἤδη εἴπωμεν, ὁπόσαι τοῖς φαύλως συγγράφουσιν παρακολουθοῦσιν. ἃ μὲν οὖν κοινὰ πάντων λόγων ἐστὶν ἁμαρτήματα ἔν τε φωνῇ καὶ ἁρμονίᾳ καὶ διανοίᾳ καὶ τῇ ἄλλῃ ἀτεχνίᾳ, μακρόν τε ἂν εἴη ἐπελθεῖν καὶ τῆς παρούσης ὑποθέσεως οὐκ ἴδιον. After ἴδιον MSS have κοινὰ γάρ, ὡς ἔφην, ἁπάντων λόγων ἐστὶν ἁρματήματα ἔν τε φωνῇ καὶ ἁρμονίᾳ: Rudolphus secl.
7 ἃ δ’ ἐν ἱστορίᾳ διαμαρτάνουσι, τὰ τοιαῦτα ἂν εὕροις ἐπιτηρῶν, οἷα κἀμοὶ πολλάκις ἀκροωμένῳ ἔδοξεν, καὶ μάλιστα ἢν ἅπασιν αὐτοῖς ἀναπετάσῃς τὰ ὦτα. οὐκ ἄκαιρον δὲ μεταξὺ καὶ ἀπομνημονεῦσαι ἔνια παραδείγματος ἕνεκα τῶν ἤδη οὕτως συγγεγραμμένων.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi