10
οὑτοσὶ δὲ ἀντιλέγει καὶ φησὶν οὐκ εὔλογον ποιεῖν με τιμᾶσθαι θέλοντα καὶ δωρεὰν λαμβάνειν· οὐ γὰρ εἶναι τυραννοκτόνον οὐδὲ πεπρᾶχθαί μοί τι κατὰ τὸν νόμον, ἀλλʼ ἐνδεῖν τι τῷ ἔργῳ τῷ ἐμῷ πρὸς ἀπαίτησιν τῆς δωρεᾶς. πυνθάνομαι τοίνυν αὐτοῦ, τί λοιπὸν ἀπαιτεῖς παρʼ ἡμῶν; οὐκ ἠβουλήθην; οὐκ ἀνῆλθον; οὐκ ἐφόνευσα; οὐκ ἠλευθέρωσα; μή τις ἐπιτάττει; μή τις κελεύει; μή τις ἀπειλεῖ δεσπότης; μή τίς με τῶν κακούργων διέφυγεν; οὐκ ἂν εἴποις. ἀλλὰ πάντα εἰρήνης μεστὰ καὶ πάντες οἱ νόμοι καὶ ἐλευθερία σαφὴς καὶ δημοκρατία βέβαιος καὶ γάμοι ἀνύβριστοι καὶ παῖδες ἀδεεῖς καὶ παρθένοι ἀσφαλεῖς καὶ ἑορτάζουσα τὴν κοινὴν εὐτυχίαν ἡ πόλις. τίς οὖν ὁ τούτων ἁπάντων αἴτιος; τίς ὁ ἐκεῖνα μὲν παύσας, τὰ δὲ παρεσχημένος; εἰ γάρ τίς ἐστι πρὸ ἐμοῦπρὸ ἐμοῦ Gesner: τῶν πρὸ ἐμοῦ except Z (τῶν πάντων πρὸ ἐμοῦ). τιμᾶσθαι δίκαιος, παραχωρῶ τοῦ γέρως, ἐξίσταμαι τῆς δωρεᾶς. εἰ δὲ μόνος ἐγὼ πάντα διεπραξάμην τολμῶν καὶκαὶ not in N. κινδυνεύων, ἀνιών, ἀναιρῶν, κολάζων, διʼ ἀλλήλων τιμωρούμενος, τί μου διαβάλλεις τὰ κατορθώματα; τί δὲ ἀχάριστον πρός με τὸν δῆμον ποιεῖς εἶναι;