Thesauros Edebiyat satire Τυραννοκτόνος

Τυραννοκτόνος

Τυραννοκτόνος Lucian of Samosata
22 πόσαι κολάσεις ταῦτα; πόσα τραύματα; πόσοι θάνατοι; πόσαι τυραννοκτονίαι; πόσαι δωρεαί; καὶ τέλος ἑωράκατε πάντες τὸν μὲν νεανίαν προκείμενον, οὐδὲ μικρὸν οὐδʼ εὐκαταγώνιστον ἔργον, τὸν πρεσβύτην δὲ αὐτῷ περικεχυμένον καὶ τὸ αἷμα ἀμφοῖν ἀνακεκραμένον, τὴν ἐλευθέριον ἐκείνην καὶ ἐπινίκιον σπονδήν, καὶ τὰ ἔργα τοῦ ξίφους τοῦ ἐμοῦ, αὐτὸ δὲ τὸ ξίφος ἐν μέσῳ ἀμφοτέρων, ἐπιδεικνύμενον ὡς οὐκ ἀνάξιον γεγένηται τοῦ δεσπότου καὶ μαρτυρόμενον ὅτι μοι πιστῶς διηκονήσατο. τοῦτο ὑπʼ ἐμοῦ γενόμενον μικρότερον ἦν· νῦν δὲ λαμπρότερόν ἐστι τῇ καινότητι. καὶ ὁ μὲν καθελὼν τὴν τυραννίδα πᾶσαν εἰμὶ ἐγώ· μεμέρισται δὲ ἐς πολλοὺς τὸ ἔργον ὥσπερ ἐν δράματι· καὶ τὰ μὲν πρῶτα ἐγὼ ὑπεκρινάμην, τὰ δεύτερα δὲ ὁ παῖς, τὰ τρίτα δὲ ὁ τύραννος αὐτός, τὸ ξίφος δὲ πᾶσιν ὑπηρέτησεν.
← Önceki 20 / 20

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi