Thesauros Edebiyat satire Τυραννοκτόνος

Τυραννοκτόνος

Τυραννοκτόνος Lucian of Samosata
13 Εἶτα τοῦ τυράννου πεφονευμένουπεφονευμένου ἀνεληλυθότος MSS. τῷ τὴν αἰτίαν παρασχόντι τῆς σφαγῆς οὐκ ἀποδώσεις τὴν δωρεάν; ὢ τῆς πολυπραγμοσύνης. μέλει δέ σοι, πῶς ἀπέθανεν, ἀπολαύοντι τῆς ἐλευθερίας, ἢ τὸν τὴν δημοκρατίαν ἀποδεδωκότα περιττότερόν τι προσαπαιτεῖς; καίτοι ὅ γε νόμος, ὡς φής, τὸ κεφάλαιον ἐξετάζει τῶν πεπραγμένων, τὰ διὰ μέσου δὲ πάντα ἐᾷ καὶ οὐκέτι πολυπραγμονεῖ. τί γάρ; οὐχὶ καὶοὐχὶ καὶ Seager: καὶ οὐχὶ MSS. ἐξελάσας τις τύραννον ἤδη τιμὴν ἔλαβεν τυραννοκτόνου; καὶ μάλα δικαίως· ἐλευθερίαν γὰρ κἀκεῖνος ἀντὶ δουλείας παρέσχηται. τὸ δʼ ὑπʼ ἐμοῦ γεγενημένον οὐ φυγὴ οὐδὲ δευτέρας ἐπαναστάσεως ἐλπίς, ἀλλὰ παντελὴς καθαίρεσις καὶ πανωλεθρία παντὸς τοῦ γένους καὶ ῥιζόθεν τὸ δεινὸν ἅπαν ἐκκεκομμένον.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi