Thesauros Edebiyat satire Θεῶν Ἐκκλησία

Θεῶν Ἐκκλησία

Θεῶν Ἐκκλησία Lucian of Samosata

1–2

Ζεύς
μηκέτι τονθορύζετε, ὦ θεοί, μηδὲ κατὰ γωνίας συστρεφόμενοι πρὸς οὖςπρὸς οὖς ΓΡ, cf. Gall. 25: πρὸς τὸ οὖς Ν. ἀλλήλοις κοινολογεῖσθε, ἀγανακτοῦντες εἰ πολλοὶ ἀνάξιοι μετέχουσιν ἡμῖν τοῦ συμποσίου, ἀλλʼ ἐπείπερ ἀποδέδοται περὶ τούτων ἐκκλησία, λεγέτω ἕκαστος ἐς τὸ φανερὸν τὰ δοκοῦντά οἱ καὶ κατηγορείτω. σὺ δὲ κήρυττε, ὦ Ἑρμῆ, τὸ κήρυγμα τὸ ἐκ τοῦ νόμου.
Ἑρμῆς
ἄκουε, σίγα. τίς ἀγορεύειν βούλεται τῶν τελείων θεῶν οἷς ἔξεστιν; ἡ δὲ σκέψις περὶ τῶν μετοίκων καὶ ξένων.
Μῶμος
ἐγὼ ὁ Μῶμος, ὦ Ζεῦ, εἴ μοι ἐπιτρέψειας εἰπεῖν.
Ζεύς
τὸ κήρυγμα ἤδη ἐφίησιν· ὥστε οὐδὲν ἐμοῦ δεήσει.δεήσει Γ: δεήσῃ ΡΝ.
Μῶμος
φημὶ τοίνυν δεινὰ ποιεῖν ἐνίους ἡμῶν, οἷς οὐκ ἀπόχρη θεοὺςθεοῖς Bekker. ἐξ ἀνθρώπων αὐτοῖς γεγενῆσθαι, ἀλλʼ, εἰ μὴ καὶ τοὺς ἀκολούθους καὶ θεράποντας αὐτῶν ἰσοτίμους ἡμῖν ἀποφανοῦσιν, οὐδὲν μέγα οὐδὲ νεανικὸν οἴονται εἰργάσθαι. ἀξιῶ δέ, ὦ Ζεῦ, μετὰ παρρησίας μοι δοῦναι εἰπεῖν· οὐδὲ γὰρ ἂν ἄλλως δυναίμην, ἀλλὰ πάντες με ἴσασιν ὡς ἐλεύθερός εἰμι τὴν γλῶτταν καὶ οὐδὲν ἂν κατασιωπήσαιμι τῶν οὐ καλῶς γιγνομένων· διελέγχω γὰρ ἅπαντα καὶ λέγω τὰ δοκοῦντά μοι ἐς τὸ φανερὸν οὔτε δεδιώς τινα οὔτε ὑπʼ αἰδοῦς ἐπικαλύπτων τὴν γνώμην· ὥστε καὶ ἐπαχθὴς δοκῶ τοῖς πολλοῖς καὶ συκοφαντικὸς τὴν φύσιν, δημόσιός τις κατήγορος ὑπʼ αὐτῶν ἐπονομαζόμενος. πλὴν ἀλλʼ ἐπείπερ ἔξεστιν καὶ κεκήρυκται καὶ σύ, ὦ Ζεῦ, δίδως μετʼ ἐξουσίας εἰπεῖν·, οὐδὲν ὑποστειλάμενος ἐρῶ.
1–2 · 1 / 1 Sonraki bölüm →

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi