Thesauros Edebiyat satire Θεῶν Ἐκκλησία

Θεῶν Ἐκκλησία

Θεῶν Ἐκκλησία Lucian of Samosata

13–14

Μῶμος
πολλὰ ἔτι ἔχων εἰπεῖν καταπαύσω τὸν λόγον· ὁρῶ γοῦν πολλοὺς ἀχθομένους μοι λέγοντι καὶ συρίττοντας, ἐκείνους μάλιστα ὧν καθήψατο ἡ παρρησία τῶν λόγων.
 
πέρας γοῦν, εἰ ἐθέλεις, ὦ Ζεῦ, ψήφισμά τι περὶ τούτων ἀναγνώσομαι ἤδη ξυγγεγραμμένον.
Ζεύς
ἀνάγνωθι· οὐ πάντα γὰρ ἀλόγως ᾐτιάσω. καὶ δεῖ τὰ πολλὰ αὐτῶν ἐπισχεῖν, ὡς μὴ ἐπὶ πλεῖον ἂν γίγνηται.
ΜῶμοςΨήφισμα MSS.
ἀγαθῇ τύχῃ. ἐκκλησίας ἐννόμου ἀγομένης ἑβδόμῃ ἱσταμένουἑβδόμῃ Μεταγειτνιῶνος ἱσταμένου Γ2 only; probably by conjecture. ὁ Ζεὺς ἐπρυτάνευε καὶ προήδρευε Ποσειδῶν, ἐπεστάτει Ἀπόλλων, ἐγραμμάτευε Μῶμος Νυκτὸς καὶ ὁ Ὕπνος τὴν γνώμην εἶπεν.
 
Ἐπειδὴ πολλοὶ τῶν ξένων, οὐ μόνον Ἕλληνες ἀλλὰ καὶ βάρβαροι, οὐδαμῶς ἄξιοι ὄντες κοινωνεῖν ἡμῖν τῆς πολιτείας, παρεγγραφέντες οὐκ οἶδα ὅπως καὶ θεοὶ δόξαντες ἐμπεπλήκασι μὲν τὸν οὐρανὸν ὡς μεστὸν εἶναι τὸ συμπόσιον ὄχλου ταραχώδους πολυγλώσσων τινῶν καὶ ξυγκλύδων ἀνθρώπων, ἐπιλέλοιπε δὲ ἡ ἀμβροσία καὶ τὸ νέκταρ, ὥστε μνᾶς ἤδη τὴν κοτύλην εἶναι διὰ τὸ πλῆθος τῶν πινόντων· οἱ δὲ ὑπὸ αὐθαδείας παρωσάμενοι τοὺς παλαιούς τε καὶ ἀληθεῖς θεοὺς προεδρίας ἠξιώκασιν αὑτοὺς παρὰ πάντα τὰ πάτρια καὶ ἐν τῇ γῇ προτιμᾶσθαι θέλουσι·

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi