6
ἦν δὲ τὸ ἐπὶ τούτῳ ὁ μὲν πάνυ ἀπίθανος ἐν τῇ ὑποκρίσει, συνείρων οἷον εἰκὸς ἐκ πολλοῦ ἐσκεμμένα καὶ μεμελετημένα, εἰ καὶ ὅτι μάλιστα ἡ ἀναισχυντία ἀναισχυντία Lacuna G. Hermann: not indicated in MSS. πάρουσα Headlam, θεὸς οὖσα Cobet. οὖσα ἐπήμυνε καὶ χεῖρα ὤρεγε καὶ συνηγωνίζετο αὐτῷ. γέλως δὲ πολὺς παρὰ τῶν ἀκουόντων· καὶ οἱ μὲν ἐς τὸν Πατρέα ἐκεῖνον μεταξὺ ἀποβλέποντες ὑπεδήλουν ὡς οὐ λέληθε συμπράξας αὐτῷ τὴν ῥᾳδιουργίαν, οἱ δὲ καὶ αὐτὰ γνωρίζοντες τὰ λεγόμενα παρʼ ὅλην τὴν ἀκρόασιν διετέλεσαν ἓν τοῦτο μόνον ἔργον ἔχοντες, ἀλλήλων πειρώμενοι ὅπως μνήμης ἔχουσιἔχουσι MF: ἔχωσι ΓΕΝΑ. πρὸς τὸ διαγιγνώσκειν ὅτου ἕκαστον ἦν τῶν ὀλίγον πρὸ ἡμῶν εὐδοκιμησάντων ἐπὶ ταῖς καλουμέναις μελέταις σοφιστῶν.