Thesauros Edebiyat satire Ψευδολογιστής

Ψευδολογιστής

Ψευδολογιστής Lucian of Samosata
29 εἶτα ἐν τοιούτοις ὄντι σοι ὀνομάτων μέλει καὶ γελᾷς καὶ τῶν ἄλλων καταπτύεις, εἰκότως· οὐ γὰρ ἂν ἅπαντες ὅμοιά σοι λέγειν δυναίμεθα. πόθεν; τίς οὕτως ἐν λόγοις μεγαλότολμος, ὡς ἐπὶ μὲν τοὺς τρεῖς μοιχοὺς ἀντὶ ξίφους τρίαιναν αἰτεῖν; τὸν δὲ Θεόπομπον ἐπὶ τῷ Τρικαράνῳ κρίνοντα φάναι τριγλώχινι λόγῳ καθῃρηκέναι αὐτὸν τὰς προὐχούσας πόλεις; καὶ πάλιν, ἐκτριαινῶσαι αὐτὸν τὴν Ἑλλάδα καὶ εἶναι Κέρβερον ἐν τοῖς λόγοις; πρῴην γὰρ καὶ λύχνον ἅψας ἐζήτεις ἀδελφόν τινα, οἶμαι, ἀπολωλότα· καὶ ἄλλα μυρία, ὧν οὐδὲ μεμνῆσθαι ἄξιον, ἢ μόνου ἐκείνου, ὅπερ οἱ ἀκούσαντες ἀπεμνημόνευον. πλούσιός τις, οἶμαι, καὶ δύο πένητες ἦσαν ἐχθροί· εἶτα μεταξὺ περὶ τοῦ πλουσίου λέγων, ἀπέκτεινεν, ἔφης, θάτερον τῶν πενήτων. γελασάντων δέ, ὡς τὸ εἰκός, τῶν παρόντων, ἐπανορθούμενος δὴ σὺ καὶ ἀνατιθέμενος τὸ διημαρτημένον, οὐ μὲν οὖν, ἔφης, ἀλλὰ ἅτερον αὐτῶν ἀπέκτεινεν. ἐῶ τὰ ἀρχαῖα, τὸ τριῶν μηνοῖν καὶ τὸ ἀνηνεμία καὶ τὸ πέταμαι καὶ ἐκχύνειν καὶ ὅσα ἄλλα καλὰ τοῖς σοῖς λόγοις ἐπανθεῖ.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi