Thesauros Edebiyat satire Ψευδολογιστής

Ψευδολογιστής

Ψευδολογιστής Lucian of Samosata
2 ταῦτά σοι καὶ αὐτὸς ἀπειλῶ, οὐ μὰ τὸν Δία τῷ Ἀρχιλόχῳ εἰκάζων ἐμαυτόν — πόθεν; πολλοῦ γε καὶ δέω — σοὶ δὲ μυρία συνειδὼς ἰάμβων ἄξια βεβιωμένα, πρὸς ἅ μοι δοκεῖ οὐδʼ ἂν ὁ Ἀρχίλοχος αὐτὸς διαρκέσαι, προσπαρακαλέσας καὶ τὸν Σιμωνίδην καὶ τὸν Ἱππώνακτα συμποιεῖν μετʼ αὐτοῦ κἂν ἕν τι τῶν προσόντων σοι κακῶν, οὕτω σύ γε παῖδας ἀπέφηνας ἐν πάσῃ βδελυρίᾳ τὸν ὈροδοκίδηνὈροδοκίδην ΓΕ: Ὁροδοικίδην Ν: Ὀροδοικίδην edd. καὶ τὸν Λυκάμβην καὶ τὸν Βούπαλον, τοὺς ἐκείνων ἰάμβους. καὶ ἔοικε θεῶν τις ἐπὶ χεῖλος ἀγαγεῖν σοι τότε τὸν γέλων ἐπὶ τῇ ἀποφράδι λεχθείσῃ, ὡς αὐτὸς μὲν Σκυθῶν καταφανέστερος γένοιο κομιδῇ ἀπαίδευτος ὢν καὶ τὰ κοινὰ ταῦτα καὶ τὰ ἐν ποσὶν ἀγνοῶν, ἀρχὴν δὲ εὔλογον παράσχοις τῶν κατὰ σοῦ λόγων ἀνδρὶ ἐλευθέρῳ καὶ οἴκοθέν σε ἀκριβῶς εἰδότι καὶ μηδὲν ὑποστελουμένῳὑποστελλομένου. Α. τὸ μὴ οὐχὶ πάντα ἐξειπεῖν, μᾶλλον δὲ κηρῦξαι, ἃ πράττεις νύκτωρ καὶ μεθʼ ἡμέραν ἔτι καὶ νῦν ἐπὶ πολλοῖς τοῖς πρὶν ἐκείνοις.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi