22
Ἀχαΐα μὲν γὰρ καὶ Ἰταλία πᾶσα ἐμπέπλησται τῶν σῶν ἔργων καὶ τῆς ἐπʼ αὐτοῖς δόξης· καὶ ὄναιό γε τῆς εὐκλείας. ὥστε πρὸς τοὺς θαυμάζοντας ἔγωγε τὰ ἐν Ἐφέσῳ νῦν πραττόμενα ὑπὸ σοῦ ἐκεῖνο λέγω, ὅπερ ἀληθέστατον, ὡςὡς cod. Longolii: πῶς ΓENA. οὐκ ἂν ἐθαύμαζον εἰ τὰ πρῶτά σου ᾔδεισαν. καίτοι καινὸν ἐνταῦθα καὶ τὸ πρὸς τὰς γυναῖκας προσέμαθες.
23
οὐ περὶ πόδα οὖν τῷ τοιούτῳ, εἰπέ μοι, ἀποφράδα ὀνομάζεσθαι; ἀλλὰ τί, πρὸς Διός, καὶ φιλῆσαι τῷ στόματι προσέτι ἀξιώσεις ἡμᾶς ἐπʼ ἐκείνοις τοῖς ἔργοις; τοῦτο γοῦν τὸ ὑβριστότατον ποιεῖς, καὶ μάλιστα πρὸς οὓς ἥκιστα ἐχρῆν, καὶ τοὺς ὁμιλητάς, οἷς ἱκανὰ ἦν ἐκεῖνα μόνα τὰ κακὰ τοῦ σοῦ στόματος ἀπολαύειν, τὸ βάρβαρον τῶν ὀνομάτων, τὸ τραχὺ τῆς φωνῆς, τὸ ἄκριτον, τὸ ἄτακτον, τὸ πάντῃ ἄμουσον, καὶ τὰ τοιαῦτα· φιλῆσαι δέ σε ἐπὶ τούτοις μὴ γένοιτο, ὦ ἀλεξίκακε. ἀσπίδα μᾶλλον ἢ ἔχιδναν φιλῆσαι ἄμεινον. δῆγμα ἐκεῖ τὸ κινδύνευμα, καὶ ἄλγημα, καὶ ὁ ἰατρὸς εἰσκληθεὶς ἐπήμυνεν· ἀπὸ δὲ τοῦ σοῦ φιλήματος καὶ τοῦ ἰοῦ ἐκείνου τίς ἂν ἢ ἱεροῖς ἢ βωμοῖς προσέλθοι; τίς δʼ ἂν θεὸς ἐπακούσειεν ἔτι εὐχομένου; πόσων περιρραντηρίων, πόσων ποταμῶν δεῖ;