Thesauros Edebiyat satire Ψευδολογιστής

Ψευδολογιστής

Ψευδολογιστής Lucian of Samosata
16 λοιπὸν ἴσως ἐκεῖνό σοι λέγειν, ὡς τὸ μὲν ὄνομα ᾔδεις, τὴν δὲ χρῆσιν αὐτοῦ ἄκαιρον ᾐτιάσω. φέρε δὴ καὶ ὑπὲρ τούτου πρὸς σὲ ἀπολογήσομαι τὰ εἰκότα, σὺ δὲ προσέχειν τὸν νοῦν, εἰ μὴ πάνυ ὀλίγον σοι μέλει τοῦ μηδὲν εἰδέναι. οἱ πάλαι πολλὰ τοιαῦτα πρὸ ἡμῶν ἀπέρριψαν ἐς τοὺς σοὶ ὁμοίους ἕκαστοι τοὺς τότε — ἦσαν γὰρ καὶ τότε, ὡς τὸ εἰκός, βδελυροί τινες ἐς τὰ ἤθη καὶ μιαροὶ καὶ κακοήθεις τὸν τρόπον — καὶ ὁ μὲν κόθορνόν τινα εἶπεν, εἰκάσας αὐτοῦ τὸν βίον ἀμφίβολον ὄντα τοῖς τοιούτοις ὑποδήμασιν, ὁ δὲ λύμην,λύμην Harmon: λυπάην MSS. except Α, which has λυπάδην. ὅτι τὰς ἐκκλησίας θορυβώδης ῥήτωρ ὢν ἐπετάραττεν, ὁ δὲ ἑβδόμην, ὅτι ὥσπερ οἱ παῖδες ἐν ταῖς ἑβδόμαις κἀκεῖνος ἐν ταῖς ἐκκλησίαις ἔπαιζεν καὶ διεγέλα καὶ παιδιὰν ἐποιεῖτο τὴν σπουδὴν τοῦ δήμου. μὴ δῷς οὖν κἀμοί, πρὸς Ἀδώνιδος, εἰκάσαι παμπόνηρον ἄνθρωπον, ἁπάσῃ κακίᾳ σύντροφον, ἡμέρᾳ δυσφήμῳ καὶ ἀπαισίῳ;

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi