Λεξιφάνης
ἀναστρέψαντες δὲ αὖθις ἄλλος ἄλλοσε ἄλλα ἐδρῶμεν. ἐγὼ μὲν ὑποδησάμενος ἐξυόμην τὴν κεφαλὴν τῇ ὀδοντωτῇ ξύστρᾳ· καὶ γὰρ οὐ κηπίον, ἀλλὰ σκάφιον ἐκεκάρμην, ὡς ἂν οὐ πρὸ πολλοῦ τὸν κόννον καὶ τὴν κορυφαίαν ἀποκεκομηκώς· ἄλλος ἐθερμοτράγει, ὁ δὲ ἤμει τὸν νῆστιν, ὁ δὲ ἀραιὰς ποιῶν τὰς ῥαφανῖδας ἐμυστιλᾶτο τοῦ ἰχθυηροῦ ζωμοῦ, ἄλλος ἤσθιεν φαυλίας, ὁ δὲ ἐρρόφει τῶν κριθῶν.
κἀπειδὴ καιρὸς ἦν, ἐπʼ ἀγκῶνος ἐδειπνοῦμεν· ἔκειντο δὲ καὶ ὀκλαδίαι καὶ ἀσκάνται. τὸ μὲν δὴ δεῖπνον ἦν ἀπὸ συμφορῶν. παρεσκεύαστο δὲ πολλὰ καὶ ποικίλα, δίχηλα ὕειαδίχηλα ὕεια Text edd.: πολλαὶ καὶ ποικίλαι (καὶ) δίχηλαι ὕειαι MSS. καὶ σχελίδες καὶ ἠτριαία καὶ τοκάδος ὑὸς τὸ ἐμβρυοδόχον ἔντερον καὶ λοβὸς ἐκ ταγήνου καὶ μυττωτὸς καὶ ἀβυρτάκη καὶ τοιαῦταί τινες καρυκεῖαι καὶ θρυμματίδες καὶ θρῖα καὶ μελιτοῦτται·μελιτοῦτται Jacobitz: μελιττοῦται MSS. (μελιτοῦται E2). τῶν δὲ ὑποβρυχίων τὰ σελάχια πολλὰ καὶ ὅσα ὀστράκινα τὸ δέρμα καὶ τεμάχη Ποντικὰ τῶν ἐκ σαργάνης καὶ κωπαΐδες καὶ ὄρνις σύντροφος καὶ ἀλεκτρυὼν ἤδη ἀπῳδὸς καὶ ἰχθὺς ἦν παράσιτος· καὶ οἶν δὲ ὅλον ἰπνοκαῆ εἴχομεν καὶ βοὸς λειπογνώμονος κωλῆν. ἄρτοι μέντοι ἦσαν σιφαῖοι, οὐ φαῦλοι, καὶ ἄλλοι νουμήνιοι, ὑπερήμεροι τῆς ἑορτῆς, καὶ λάχανα τά τε ὑπόγεια καὶ τὰ ὑπερφυῆ· οἶνος δὲ ἦν οὐ γέρων, ἀλλὰ τῶν ἀπὸ βύρσης, ἤδη μὲν ἀγλευκής, ἄπεπτος δὲ ἔτι.