Thesauros Edebiyat satire Λεξιφάνης

Λεξιφάνης

Λεξιφάνης Lucian of Samosata

3–4

Λεξιφάνης
ἀλλʼ εἰς καιρὸν οὑτοσὶ αὐτὸς ἐμπολήσας γε, ὡς ὁρῶ, πυριάτην τέ τινα καὶ ἐγκρυφίας καὶ γήτεια καὶ φύκαςφύκας is right: cf. Aristotle, Hist. An., 6, 13, ὁ φύκης. καὶ οἶβον τουτονὶ καὶ λωγάνιον καὶ τοῦ βοὸς τὸ πολύπτυχον ἔγκατον καὶ φώκτας. εὖ γε, ὦ Ἀττικίων, ὅτι μοι ἄβατον ἐποίησας τὸ πολὺ τῆς ὁδοῦ. ἐγὼ δέ, ἦ δʼ ὅς, σίλλος, ὦ δέσποτα, γεγένημαι σὲ περιορῶν. σὺ δὲ ποῦ χθὲς ἐδείπνεις; μῶν παρὰ Ὀνομακρίτῳ; οὔ, μὰ Δίʼ. ἦν δʼ ἐγώ, ἀλλʼ ἀγρόνδεἀγρόνδε N: ἀγρόν γε ΓΕΑ. ᾠχόμην ψύττα κατατείνας· οἶσθα δὲ ὡς φίλαγρός εἰμι. ὑμεῖς δὲ ἴσως ᾤεσθέ με λαταγεῖν κοττάβους. ἀλλʼ εἰσιὼν ταῦτά τε καὶ τὰ ἄλλα ἡδύνειν καὶ τὴν κάρδοπον σμῆν, ὡς θριδακίνας μάττοιτε ἡμῖν.
 
ἐγὼ δὲ ξηραλοιφήσω ἀπελθών.

Agora Sokakları

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi